261
Χριστοῦ ἐκ τιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀνα ποδίζων ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσήφ, εἰπὼν δὲ τοῦτον τοῦ Ἠλεί, τὸν δὲ τοῦ Ματτὰθ καὶ οὕτω κατὰ ἀνάβασιν πρὸς τὸν Ἀδὰμ τὴν ἐξήγησιν ἐπαναγαγών, εἶτα ἐλθὼν ἐπὶ τοὺς ἄνω καὶ εἰπὼν ὅτι ὁ Σὴθ ἐκ τοῦ Ἀδάμ, ὁ δὲ Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἐνταῦθα τῆς ἀναβάσεως ἔληξεν. ὥσπερ οὖν ἐκεῖνος εἶπεν ὅτι ὁ Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἡμεῖς ἑαυτοὺς 2.1.615 ἐρωτήσωμεν ὁ δὲ θεὸς ἐκ τίνος; ἆρ' οὐχὶ πρόχειρόν ἐστι τῇ ἑκάστου διανοίᾳ ὅτι ἐξ οὐδενός; τὸ δὲ ἐξ οὐδενὸς τὸ ἄναρχόν ἐστι δηλονότι, τὸ δὲ ἄναρχον τὸ ἀγέννητον. ὡς οὖν ἐπὶ τῶν ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἔκ τινος, οὕτως οὐδὲ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων οὐσίαν ἔστιν εἰπεῖν τὸ ἀγέν νητον."2 τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀπο βλέπετε; πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην. πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδίας ἀναιδείας διὰ τῶν λόγων στήσαντι; οὐκ αἰσχύνεσθε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τοιούτῳ χειραγωγῷ πρὸς τὴν 2.1.616 ἀλήθειαν χρώμενοι; οὐ σημείῳ χρήσεσθε τούτῳ τῆς περὶ τῶν δογμάτων αὐτοῦ μανίας, τῷ οὕτω πρὸς τὴν ἀλήθειαν αὐτὸν τῶν γεγραμμένων ἀναισχύντως ἀντικαθίστασθαι; οὕτως ὑμῖν καὶ τὰς θείας ἑρμηνεύει φωνάς, οὕτω τῆς τῶν δογμάτων ἀληθείας προΐσταται, ὡς ἀπελέγχειν Βασίλειον ἐκ τοῦ πάντη μὴ ὄντος γενεαλογοῦντα τὸν ἐπὶ πάντων 2.1.617 θεόν; εἴπω τὴν παρ' αὐτοῦ ῥῆσιν, ἔκθωμαι τῆς ἀναισχυν τίας τὰ ῥήματα; παρίημι τὰς ὕβρεις, οὐ μέμφομαι ταῖς λοιδορίαις· οὐ γὰρ αἰτιῶμαι τὸν ὀδωδότα τῷ στόματι ὅτι ὄδωδεν, οὐδὲ τὸν τῷ σώματι λελωβημένον ὅτι λελώβηται. τὰ γὰρ τοιαῦτα φύσεώς ἐστιν ἀτυχήματα τὴν παρὰ τῶν νοῦν ἐχόντων μέμψιν ἐκφεύγοντα. οὐκοῦν ἡ τοῦ ὑβρίζειν σπουδὴ λογισμῶν ἐστιν ἀρρωστία καὶ δυσκληρία ψυχῆς τὸν ὑγιαίνοντα λογισμὸν λελωβημένης. οὐδεὶς οὖν μοι λόγος ὧν λελοιδόρηται, ἀλλὰ τὴν σφοδρὰν ἐκείνην καὶ ἄμαχον τοῦ συλλογισμοῦ πλοκήν, δι' ἧς τὴν καθ' ἡμῶν κατηγορίαν πρὸς τὸν σκοπὸν ἑαυτοῦ συνεπέρανε, διαρρήδην γράψω κατ' αὐτὰ τὰ ῥήματα. 2.1.618 20Ἵνα γάρ20, φησί, 20μὴ κωλυθῇ τὸν υἱὸν ἐκ μετ ουσίας εἰπεῖν τοῦ ὄντος, λέληθεν ἑαυτὸν τὸν ἐπὶ πάντων θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἰπών. εἰ γὰρ τὸ "1μηδὲν"2 τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ ἰσοδυναμούντων ἀκώ λυτος ἡ μετάληψις, ὁ λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέγει τὸν θεόν20. πρὸς τί τῶν εἰρημένων πρότερον ἴδωμεν, ὅτι ἐκ μετουσίας τοῦ θεοῦ τὸν υἱὸν οἴεται καὶ τοῖς μὴ τοῦτο δεχομένοις ἐπισκεδάζει τοῦ στόματος ἑαυτοῦ τὴν δυσωδίαν, ἢ τὴν ψυχρὰν καὶ ὀνειρώδη τοῦ σοφίσματος συνθήκην διεξ ετάσωμεν; ἀλλ' ὅτι μὲν τὸ ἐκ μετουσίας τῇ θείᾳ φύσει προσάπτειν υἱοὺς ποιητῶν μόνων καὶ μυθοπλαστῶν ἐστιν, οὐκ ἂν ἀγνοοίη τις τῶν καὶ ὁπωσοῦν μετεχόντων φρονή 2.1.619 σεως. οὕτω γὰρ οἱ τοῖς μέτροις τοὺς μύθους ἐνείροντες ∆ιονύσους τινὰς καὶ Ἡρακλέας καὶ Μίνωας καὶ ἄλλους τοιούτους ἐκ δαιμονίας εἰς ἀνθρώπινα σώματα συμπλοκῆς διαπλάσσουσι καὶ ὑπεραίρουσι τῶν λοιπῶν ἀνθρώπων τοὺς τοιούτους τῷ λόγῳ ὡς τῇ μετουσίᾳ τῆς κρείττονος φύσεως τὸ πλέον ἔχοντας. οὐκοῦν τοῦτον μὲν τὸν λόγον ὡς οἴκοθεν τὸν τῆς ἀνοίας ἅμα καὶ ἀσεβείας ἔλεγχον ἔχοντα σιωπῆσαι προσήκει, προθεῖναι δὲ μᾶλλον τὸν ἄμαχον ἐκεῖνον συλ λογισμόν, ὡς ἂν μάθοιεν οἱ καθ' ἡμᾶς ἰδιῶται οἵων καὶ ὅσων οἱ τὰς τεχνικὰς ἐφόδους μὴ παιδευθέντες ἐζημιώ 2.1.620 θησαν. 20εἰ γὰρ τὸ "1μηδέν,"220 φησί, 20τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ ἰσοδυναμούν των ἀκώλυτος ἡ μετάληψις, ὁ λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέ γει τὸν θεόν20. τίς ἔδωκε τῷ τὴν Ἀριστοτελικὴν ἡμῖν αἰχμὴν ἐπισείοντι, ὅτι τὸ λέγειν τινὰ πατέρα μὴ ἔχειν ταὐ τόν ἐστι τῷ ἐκ τοῦ πάντη μὴ ὄντος αὐτὸν γεγενῆσθαι λέγειν; ὁ γὰρ τοὺς γενεαλογουμένους παρὰ τοῦ λόγου καθεξῆς ἀριθμήσας ἀεὶ τοῦ μνημονευθέντος ὑπερκείμενον 2.1.621 πατέρα δηλονότι νοεῖ. τί γὰρ ἦν ὁ Ἠλεὶ τοῦ Ἰωσήφ; τί δὲ ὁ Ματτὰθ τοῦ Ἠλεί; τί δὲ ὁ Ἀδὰμ τοῦ Σήθ; ἆρ' οὐχὶ πρόδηλον καὶ τοῖς