262
τὰς ἐννόμους ἑορτὰς καὶ πανηγύρεις ἐπιτελεῖν. τί δεῖ λέγειν, ὡς ὁ λιμὸς «τοῦ ἀκοῦσαι λόγον κυρίου» πάντας αὐτοὺς μετῆλθεν, ἀνθ' ὧν ἐξήλασαν ἑαυτῶν τὸν τοῦ θεοῦ λόγον, ὁμοθυμαδὸν αὐτὸν ἀρνησάμενοι καὶ ἀπαρνηθέντες ὑπ' αὐτοῦ; 10.7.1 Ἀπὸ τοῦ Ζαχαρίου. «Καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.» 10.7.2 Καὶ ταῦτα ἐπὶ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο, ἣν ἐποιήσατο, ἤτοι μετὰ τῶν ἱερῶν ἀποστόλων αὐτοῦ καὶ μαθητῶν, ἢ μετὰ τῶν ἁγίων αὐτοῦ, θείων τινῶν δυνάμεων καὶ ἀσωμάτων πνευμάτων, ἀγγέλων τε καὶ λειτουργῶν αὐτοῦ, περὶ ὧν εἴρηται ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὅτι «προσῆλθον αὐτῷ ἄγγελοι καὶ διηκόνουν αὐτῷ». 10.7.3 κατὰ δὲ τὴν ἡμέραν ἐκείνην οὕτω δὲ φίλον ἀποκαλεῖν τῇ ἱερᾷ γραφῇ πάντα τὸν χρόνον τῆς ἐν ἀνθρώποις αὐτοῦ διατριβῆς ἐπληροῦτο μετὰ τῶν ἄλλων προρρήσεων καὶ τὰ ἐν χερσὶ τεθεσπισμένα, ὁπηνίκα παρὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν «ἀπὸ ὥρας ἕκτης σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης». διό φησιν ἡ προφητεία· «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς», καὶ πάλιν· «καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, τὸ πρὸς ἑσπέραν ἔσται φῶς». 10.7.4 δι' ὧν λευκότατα ἡγοῦμαι ... τὴν τοῦ καιροῦ κατάστασιν, ἐν ᾧ τοῦ σωτῆρος ἀνυψωθέντος καὶ ἡμέρας οὔσης «νὺξ ἀπὸ ὥρας ἕκτης» τὸ περιέχον συνέσχεν «μέχρι τῆς ἐνάτης», μεθ' ἣν αὖθις τοῦ σκότους διαλείποντος ἡμέρα καὶ φῶς ἐγίνετο, μεθ' ἃ πάλιν συνήθως ἡ νὺξ κατελάμβανεν. ἅπερ ὁ τῆς προφητείας λόγος ᾐνίττετο φάσκων· «καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, πρὸς ἑσπέραν ἔσται φῶς». 10.7.5 οὐχ ἡμέρα μὲν γὰρ ἦν διὰ τὸ μεσημβρινὸν σκότος, καὶ πάλιν οὐ νὺξ διὰ τὴν ἐπικαταλαβοῦσαν ἡμέραν, ἣν παρέστησεν ἐπισημηνάμενος διὰ τοῦ φάναι «τὸ πρὸς ἑσπέραν ἔσται φῶς». τίς δ' οὐκ ἂν θαυμάσειεν καὶ τῆς χειμαδίου ὥρας τὴν μνήμην, ἣν καὶ αὐτὴν ἐθέσπισεν ὁ λόγος φήσας· «καὶ ψῦχος καὶ πάγος ἔσται»; ὃ καὶ αὐτὸ ἡ τοῦ εὐαγγελίου μαρτυρία συνίστησιν, ὁπηνίκα ὁ Πέτρος ἀκολουθῶν τῷ Ἰησοῦ, περιαψάντων πυρὰν ἐν τῇ αὐλῇ τοῦ Καϊάφα, μετὰ τῶν ἄλλων ἐθερμαίνετο· ὁ γοῦν Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπών· «εἱστήκεισαν οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο». 10.7.7 Καὶ πρὸς μὲν τὴν λέξιν τοιούτου τέλους ἐτύγχανεν τὰ προηγορευμένα, πρὸς δὲ διάνοιαν τὸ πᾶν Ἰουδαίων ἔθνος, τοῦ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος, αὐτῶν τε «μᾶλλον τὸ σκότος ἢ τὸ φῶς» ἑλομένων, τοῦθ' ὅπερ καὶ εἵλοντο μετῆλθεν αὐτούς, ἀναχωρήσαντος μὲν αὐτῶν τοῦ φωτός, διαλαβούσης δὲ αὐτοὺς νυκτὸς ἀφεγγοῦς, σκοτισθείσης αὐτῶν τῆς διανοίας πρὸς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ἀλλὰ καὶ ψυγείσης τῆς πρὸς τὸν θεὸν ἀγάπης αὐτῶν, τὰ σύμβολα τούτων εἰκότως ἐτελεῖτο, ἐπληροῦτό τε ἑξῆς τὰ τῆς προρρήσεως, κατὰ τὴν τοιάνδε τῆς σωτηρίου ἐπιφανείας ἡμέραν ὕδατος ζῶντος ἐξελθόντος ἐξ Ἱερουσαλήμ, εἰς πάντα τὰ ἔθνη προελθόντος τοῦ γονίμου καὶ ζωτικοῦ λόγου τῆς εὐαγγελικῆς διδασκαλίας, ἀρξαμένου μὲν ἀπὸ τῆς Ἰουδαίας καὶ ἐξ αὐτῆς γε τῆς Ἱερουσαλήμ, διαδοθέντος δὲ εἰς πᾶσαν τὴν γῆν καὶ εἰς πάντα τὰ τῆς οἰκουμένης πέρατα. 10.7.8 τούτου δὲ τοῦ ὕδατος καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν μνημονεύει λέγων πρὸς τὴν Σαμαρεῖτιν· εἰ ᾔδεις τίς ἐστιν ὁ αἰτῶν σε πιεῖν, «σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν». ὅση δὲ τοῖς ἀπογευσαμένοις τοῦ ζῶντος καὶ λογικοῦ νάματος ὑπῆρξεν ὠφέλεια, παρίστησιν ἑξῆς διδάσκων, ὡς οἱ πιόντες αὐτοῦ, τοὺς