263
αὐτὴ δι' ἑαυτῆς ἀνατρεπομένη καὶ 3.1.3 καταπίπτουσα. ὡς δ' ἂν μάλιστα γένοιτο πᾶσι δῆλον ὅτι αὐτὸς τοῦ Εὐνομίου ὁ πόνος τῆς ἰδίας ἀνατροπῆς ὕλη τοῖς προσπαλαίουσι γίνεται, αὐτὸ προθήσω τοῖς ἐντυγχάνουσι τοῦ λόγου τὸ εἴδωλον (οὕτω γὰρ οἶμαι χρῆναι τὸν ἔξω τῆς ἀληθείας ὀνομάζεσθαι λόγον)· βραβευταὶ δὲ δίκαιοι τῆς νομίμου τῶν λόγων ἀθλήσεως γένοισθε πάντες οἱ τοῖς πό νοις ἡμῶν ἐντυγχάνοντες καὶ θεωροῦντες τὴν γινομένην νῦν τοῦ ἡμετέρου λόγου πρὸς τὸν ἀντίπαλον συμπλοκήν, ὡς ἂν διὰ τῆς δικαίας ὑμῶν ἐπικρίσεως ἀνακηρυχθείη παντὶ τῷ τῆς ἐκκλησίας θεάτρῳ τῆς εὐσεβείας ὁ λόγος, ἀνανταγώ νιστον λαβὼν παρὰ πᾶσι κατὰ τῆς ἀσεβείας τὸ κράτος, διὰ τριῶν τῶν τοῦ ἐχθροῦ πτωμάτων τῷ ἀειθαλεῖ στεφάνῳ τῶν σῳζομένων καλλωπιζόμενος. 3.1.4 Αὕτη τοίνυν ἡ λέξις ἐν προοιμίοις κατὰ τῆς ἀληθείας τοῦ τρίτου προβέβληται λόγου, ἣ τοῦτον ἔχει τὸν τρόπον. 20φυσικήν20, φησί, 20διασῴζοντες τάξιν καὶ τοῖς ἄνω θεν ἐγνωσμένοις ἐμμένοντες γεννητὸν ὄντα τὸν υἱὸν καὶ γέννημα λέγειν οὐ παραιτού μεθα, τῆς γεννηθείσης οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν20. τούτῳ μοι δι' ἐπιμελείας ὁ ἀκροατὴς ἐπισχέτω τὸν νοῦν, ὅτι καὶ γεννητὸν καὶ υἱὸν ὀνομάζων τὸν μονογενῆ θεὸν εἰς 20τὴν φυσικὴν τάξιν20 ἀναφέρει τὴν τῶν ὀνομάτων τούτων αἰτίαν καὶ τὴν ἄνωθεν γνῶσιν ἐπὶ τῇ τοιαύτῃ διανοίᾳ μαρτύρεται· ὡς εἴ τι διὰ τῶν ἐφεξῆς εὑρεθείη τοῖς προεκτεθεῖσιν ἐναντιούμενος, φα νερὸν γενέσθαι πᾶσιν ὅτι δι' ἑαυτοῦ ἀνατρέπεται, πρὸ τῶν 3.1.5 ἡμετέρων λόγων διὰ τῶν ἰδίων ἀπελεγχόμενος. οὑτωσὶ δὲ διὰ τῶν παρ' αὐτοῦ ῥηθέντων τὸν λόγον κατανοήσωμεν. ὁμολογεῖ μηδαμῶς ἂν τὸ τοῦ υἱοῦ ὄνομα κυρίως ἐφαρμο σθῆναι τῷ μονογενεῖ θεῷ, μὴ 20τῆς φυσικῆς20, καθώς φησι, 20τάξεως20 βεβαιούσης τῷ γεννηθέντι τὴν κλῆσιν. οὐκοῦν εἴ τις ἀφέλοι φυσικὴν τάξιν ἐπὶ τῆς τοῦ υἱοῦ προσηγορίας, μάτην αὐτῷ ἐπιθρυλήσει τὸ ὄνομα, τῆς κυρίας καὶ κατὰ φύσιν διεζευγμένον ἐμφάσεως. ἀλλὰ καὶ τὸ 20τοῖς ἄνω θεν ἐγνωσμένοις ἐμμένοντα20 ταῦτα διαβεβαιοῦσθαι λέγειν πολὺ μᾶλλον κρατύνει τὴν εὐσεβῆ περὶ τῆς τοῦ υἱοῦ προσηγορίας διάνοιαν, ὡς τῆς θεοπνεύστου τῶν γραφῶν δι δασκαλίας τῆς ἄνωθεν γεγενημένης ἡμῖν τὸν περὶ τούτων 3.1.6 βεβαιούσης λόγον. εἰ ταῦτα τοίνυν τοῦτον ἔχει τὸν τρόπον καὶ οὗτός ἐστιν ὅρος τῆς ἀληθείας ἀπαραλόγιστος, τὸ τὰ δύο ταῦτα συνδραμεῖν πρὸς ἄλληλα, τήν τε φυσικήν, κα θώς φησι, τάξιν καὶ τὴν τῆς ἄνωθεν γνώσεως μαρτυρίαν, βεβαιοῦσαν τὴν κρίσιν τῆς φύσεως, δῆλον ὅτι τὸ παρὰ ταῦτά τι λέγειν οὐδέν ἐστιν ἕτερον ἢ πρὸς τὴν ἀλήθειαν αὐτὴν ἐκ τοῦ φανεροῦ διαμάχεσθαι. οὗτος τοίνυν ὁ τὴν φύσιν διδάσκαλον τοῦ ὀνόματος τούτου ποιούμενος καὶ τοῖς ἄνωθεν ἡμῖν διὰ τῆς τῶν ἁγίων διδασκαλίας ἐγνω σμένοις ἐμμένειν λέγων οἷα διεξέρχεται μικρὸν ὑποβὰς μετὰ τὰ εἰρημένα πάλιν ἀκούσωμεν. 3.1.7 Τέως γὰρ τὸ συνεχὲς ὑπερβήσομαι τῶν κατὰ τὸ ἀκό λουθον τούτοις ἐν τῷ λόγῳ συντεταγμένων, ὡς ἂν μὴ δια λάθοι τῶν γεγραμμένων ἡ ἐναντίωσις, τῇ ἀναγνώσει τῶν διὰ μέσου παρεγκειμένων συσκιασθεῖσα. 20ὁ αὐτός20, φησίν, 20ἁρ μόσει λόγος καὶ περὶ τοῦ ποιήματος καὶ κτί σματος, τῆς τε φυσικῆς κρίσεως καὶ τῆς πρὸς ἄλληλα σχέσεως τῶν πραγμάτων, ἔτι δὲ τῆς τῶν ἁγίων χρήσεως ἀκώλυτον ἡμῖν παρεχούσης τοῦ τύπου τὴν ἐξουσίαν· διόπερ οὐκ ἂν ἁμάρτοι τις συναρμόζων τῷ τε ποιήσαντι τὸ ποίημα καὶ τῷ 3.1.8 κτίσαντι τὸ κτίσμα20. περὶ τίνος λέγει 20κτίσματος20 καὶ 20ποιήματος20 ὡς φυσικὴν ἔχοντος τὴν ἐν τῷ ὀνόματι σχέσιν πρὸς τὸν πεποιηκότα καὶ κτίσαντα; εἰ μὲν περὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων ὁρατῶν τε καὶ ἀοράτων, καθὼς ὁ Παῦλος διέξεισιν, ἐν αὐτῷ λέγων ἐκτίσθαι τὰ πάντα, ὁρατὰ καὶ ἀόρατα, ὥστε τὴν σχετικὴν ταύτην τῶν ὀνομάτων συζυγίαν κυρίως πρὸς ἑαυτὴν ἁρμοσθῆναι, συν ταχθέντος τῷ ποιήσαντι μὲν τοῦ ποιήματος, τῷ κτίσαντι δὲ τοῦ κτίσματος, εἰ ταῦτα λέγει, καὶ ἡμεῖς συντιθέμεθα· τῷ ὄντι γάρ, ἐπειδὴ ποιητὴς ἀγγέλων ὁ κύριος, 20ποίημα20 πάντως ἐστὶ τοῦ πεποιηκότος ὁ ἄγγελος, καὶ ἐπειδὴ τοῦ κόσμου κτίστης ὁ κύριος,