264
μεγάλῃ ἐλωεὶμ ἐλωεὶμ λεμᾶ σαβαχθανί, ὅ ἐστι μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου ἵνα τί ἐγκατέλιπές με;» εἴληπται δὲ ἡ ἑβραϊκὴ λέξις ἀπὸ τῆς ἐν χερσὶ προφητείας. 10.8.9 αὐταῖς γοῦν συλλαβαῖς τὸ ἠλεὶ ἠλεὶ λεμᾶ σαβαχθανεὶ» ἡ τοῦ ψαλμοῦ καταρχὴ περιέχει, ὅπερ ὁ Ἀκύλας τοῦτον ἡρμήνευσεν τὸν τρόπον «ἰσχυρέ μου, ἰσχυρέ μου, ἵνα τί ἐγκατέλιπές με;» ταῦτα δὲ ὅτι τοῖς ὑπὸ τοῦ σωτῆρος ἡμῶν κατὰ τὸν τοῦ πάθους καιρὸν εἰρημένοις ἰσοδυναμεῖ πᾶς ὅστις οὖν ὁμολογήσαι ἄν. 10.8.10 ὥρα τοιγαροῦν ἀναμφιλόγως τὸν ψαλμὸν οὐδ' ἐφ' ἕτερον ἢ ἐπὶ μόνον αὐτὸν ἀναφέρειν, ἐπειδὴ αὐτῷ μόνῳ καὶ οὐδ' ἑτέρῳ ἁρμόζει τὰ ἐμπεριεχόμενα. ἄντικρυς γοῦν ἐπ' αὐτῷ πεπληρωμένα τά τε ἄλλα ἀποδείκνυται καὶ δὴ καὶ τὸ φάσκον ἐν τῷ ψαλμῷ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον». 10.8.11 καὶ τὴν κατάπαρσιν δὲ τῶν ἥλων τῶν κατὰ τῶν χειρῶν καὶ ποδῶν ἐπὶ τοῦ σταυροῦ προσηλωθέντων αὐτῷ διαρρήδην ἐμφαίνει λέγων· «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου». Καὶ τὰ λοιπὰ δὲ μόνῳ ἂν ἐφαρμόσαι αὐτῷ, ὡς προϊὼν ὁ λόγος παραστήσει· ἢ ὁ βουλόμενος ἐφ' ἕτερον μεταλαβὼν πρόσωπον, ἤτοι βασιλέως ἢ προφήτου ἢ καί τινος τῶν πώποτε παρὰ Ἰουδαίοις θεοφιλῶν, δεικνύτω εἰ οἷός τε εἴη ἐφαρμόζειν τὰ ἀναγεγραμμένα. 10.8.12 τίνι γὰρ τῶν πώποτε κυοφορουμένων ἐπὶ τοσοῦτον παρῆν ἀρετῆς καὶ δυνάμεως, ὥστε καθεστῶτι λογισμῷ καὶ ἀσυγχύτῳ ψυχῇ νηφαλίῳ τε φρονήματι θεοῦ γνῶσιν ἀναλαβεῖν καὶ πᾶσαν ἐπὶ τὸν θεὸν ἀναρτῆσαι αὐτοῦ τὴν ἐλπίδα, ὥστ' ἂν εἰπεῖν· «ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς μητρός μου, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ». 10.8.13 τίς δὲ τοιοῦτος θεῷ μεμελημένος «ὄνειδος ἀνθρώπων» γέγονεν καὶ «ἐξουδένημα λαοῦ;» ὑπὸ τίνων δὲ καὶ ποδαπῶν «μόσχων» καὶ «ταύρων» χρὴ νοεῖν τὸν τοιόνδε κεκυκλῶσθαι; τί δὲ παθὼν ὁ δηλούμενος «ὡσεὶ ὕδωρ ἐξεχύθη», καὶ πῶς «διεσκορπίσθη» αὐτοῦ «τὰ ὀστᾶ;» πῶς δὲ «εἰς χοῦν θανάτου» κατήχθη, καὶ καταχθεὶς «εἰς χοῦν θανάτου» τὰ τοιαῦτα λαλεῖ ἔτι καὶ ζῇ καὶ φθέγγεται; τίνες δὲ οἱ «κύνες» οἱ κυκλώσαντες αὐτόν, ἕτεροι ὄντες παρὰ τοὺς προωνομασμένους ταύρους καὶ μόσχους; ποία δὲ «συναγωγὴ πονηρευομένων» τὰς «χεῖρας» οὐ μόνον ἀλλὰ καὶ τοὺς «πόδας» τοῦ τηλικούτου «ὤρυξαν», ἀποδύσαντές τε αὐτὸν τὰ μέν τινα διείλοντο αὐτοῦ τῶν ἐνδυμάτων, τὰ δὲ καὶ κλήρῳ λαχόντες ἔλαβον; τίς δὲ ἡ «ῥομφαία» καὶ ὁ «κύων» καὶ ὁ «λέων»; τίνες δὲ οἱ λεγόμενοι «μονοκέρωτες», τὸν δηλούμενον περιέχοντες; πῶς δὲ μετὰ τὴν πρὸς τοσούτους πάλην, μετὰ τὸ «εἰς χοῦν θανάτου» καταχθῆναι, ἐπαγγέλλεται τὸ ὄνομα τοῦ πατρὸς διηγεῖσθαι, οὐ πᾶσιν ἀλλὰ μόνοις τοῖς ἑαυτοῦ «ἀδελφοῖς»; τίνες τε οἱ «ἀδελφοί», τίς τε ἡ «ἐκκλησία», περὶ ἧς φησιν ὁ τὰ τοιαῦτα παθὼν «ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»; οἷς καὶ ἐπιλέγει, ὡς ἄρα οὐχ ἓν τὸ Ἰουδαίων ἔθνος, «πάντα» δὲ «τὰ πέρατα τῆς γῆς» συναισθήσονται «καὶ ἐπιστραφήσονται πρὸς κύριον», «καὶ προσκυνή σουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν»; καὶ σὺ δὲ παρὰ σαυτῷ βασανίσας ἑκάστην λέξιν τοῦ ψαλμοῦ, θέα εἰ δυνατὸν ἐπὶ τὸν τυχόντα ἀναφέρειν τὰ θεσπιζόμενα. 10.8.14 ἀλλ' οὐκ ἂν εὕροις ἑτέρῳ ἐφαρμόττειν αὐτὰ ἢ μόνῳ τῷ σωτῆρι ἡμῶν, ὃς πάντων πιστότατος ἂν εἴη καὶ ἀληθέστατος, εἰς ἑαυτοῦ πρόσωπον ἀνειληφὼς τὴν ἀπὸ τοῦ ψαλμοῦ φωνήν, ὡς ἐμαρτύρησαν οἱ εὐαγγελισταί· ὁ μὲν Ματθαῖος δι' ὧν παρεθέμεθα αὐτοῦ λέξεων, ὁ δὲ Μάρκος δι' ὧν καὶ αὐτὸς ὧδέ πως ἱστορεῖ λέγων· «γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ' ὅλης τῆς γῆς ἕως ὥρας ἐνάτης. καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί, ὅ ἐστιν μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με; καί τινες τῶν ἀκουσάντων ἔλεγον, Ἠλίαν φωνεῖ». 10.8.15 Φέρε δὴ οὖν τούτοις ἀκολούθως ἴδωμεν ὅπως εἰς αὐτὸν ἀνενεχθήσεται τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα. καὶ πρῶτόν γε διαλάβωμεν τὴν