264
20κτίσμα20 δηλονότι τοῦ κτίσαντος αὐτός τε ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ πάντα κατονομάζεται. 3.1.9 εἰ μὲν οὖν πρὸς ταῦτα βλέπων διακρίνει τὴν τῆς φύσεως τάξιν, ἐπὶ τῆς ὀνοματικῆς σημασίας τῆς πρὸς ἄλληλα σχέ σεως τῶν πρός τι λεγομένων ὀνομάτων τεχνολογῶν τὴν οἰκείωσιν, περιττὸν μὲν καὶ οὕτως ἦν, μηδενὸς ἀγνοοῦντος ταῦτα, γραμματικῆς μικρολογίας ἡμῖν ποιεῖσθαί τινα τεχνο 3.1.10 λογίαν, τῶν δογμάτων ἀφέμενον. εἰ δὲ τῷ μονογενεῖ θεῷ τὰς τοιαύτας ἐφαρμόζει φωνάς, ὥστε 20ποίημά20 τε 20τοῦ ποιήσαντος20 καὶ 20κτίσμα20 αὐτὸν εἶναι λέγειν 20τοῦ κτί σαντος20, καὶ εἰς ἁγίων χρῆσιν ἀναπέμπειν τῆς ὀνοματο ποιΐας ταύτης τὴν ἐξουσίαν, τοῦτο πρῶτον ἐπιδειξάτω τῷ λόγῳ, τίνας ἁγίους εἶναί φησιν οἳ 20ποίημα20 καὶ 20κτίσμα20 τὸν τοῦ παντὸς ποιητὴν ἀπεφήναντο, οἷς ἀκολουθῶν τῆς φωνῆς ταύτης καταθρασύνεται. 3.1.11 Ἁγίους ἡ ἐκκλησία τοὺς τῷ ἁγίῳ πνεύματι θεοφορου μένους ἐπίσταται πατριάρχας νομοθέτας προφήτας εὐαγγε λιστὰς ἀποστόλους. εἴ τις ἐν τούτοις ἐστὶ διὰ τῶν θεο πνεύστων ἑαυτοῦ λόγων κτιστὸν εἶναι καὶ ποίημα δογματί ζων τὸν ἐπὶ πάντων θεόν, τὸν φέροντα τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ καὶ περιδεδραγμένον πάντων τῶν ὄντων καὶ δι' ἑαυτοῦ μόνῳ τῷ θελήματι τὸ πᾶν οὐσιώ σαντα, συγγνωστὸς ἔσται 20τῇ χρήσει τῶν ἁγίων20, καθ 3.1.12 ώς φησι, πρὸς τὴν τοιαύτην δογματοποιΐαν ἑπόμενος. εἰ δὲ πᾶσι πρόκειται τῶν θείων γραφῶν κατ' ἐξουσίαν ἡ γνῶσις καὶ οὐδὲν ἀπόρρητον οὐδὲ ἀπόκρυφον οὐδενὶ τῶν βουλομένων τῆς θείας διδασκαλίας μετέχειν, πῶς ἐπιχειρεῖ τοὺς ἀκούντας παρακρούεσθαι διὰ τῆς κατὰ τῶν γραφῶν συκοφαντίας, εἰς ἁγίων χρῆσιν τὴν τοῦ 20κτίσματος20 φω νὴν ἐπὶ τοῦ μονογενοῦς ἀναπέμπων; τὸ μὲν γὰρ δι' αὐτοῦ γεγονέναι τὰ πάντα πάσης μικροῦ δεῖν ἔστι τῆς ἁγίας ἀκοῦσαι φωνῆς ἀπὸ Μωϋσέως καὶ τῶν καθεξῆς προφητῶν τε καὶ ἀποστόλων, ὧν μακρὸν ἂν εἴη τὰ καθ' ἕκαστον νυνὶ 3.1.13 παρατίθεσθαι. ἀρκεῖ δὲ μετὰ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων ὁ ὑψηλὸς Ἰωάννης ἐν προοιμίοις τῆς τοῦ μονογενοῦς θεολογίας τοῦτο βοήσας, ὅτι οὐδὲν τῶν γεγονότων ἐστὶν ὃ μὴ δι' ἐκείνου ἐγένετο, ὅπερ ἄμαχός τε καὶ ἀναμφίβολός ἐστιν ἀπόδειξις τοῦ κύριον αὐτὸν εἶναι τῆς κτίσεως, οὐχὶ τῷ καταλόγῳ τῶν κτιστῶν ἐναρίθμιον. εἰ γὰρ πάντα τὰ γεγονότα δι' οὐδενὸς ἄλλου ἢ διὰ τούτου ἔστι καὶ οὐδὲν ἐν τοῖς διὰ τῆς κτίσεως οὖσι χωρὶς αὐτοῦ γεγενῆσθαι ὁ Ἰωάννης μαρτύρεται, τίς οὕτω τυφλὸς τὴν διάνοιαν, ὡς μηδὲ ἰδεῖν ἐν τῷ κηρύγματι τοῦ εὐαγγελιστοῦ τὴν ἀλή θειαν, ὅτι ὁ πᾶσαν τὴν κτίσιν ποιήσας ἄλλο τι πάντως 3.1.14 παρὰ τὴν κτίσιν ἐστίν; εἰ γὰρ πᾶν τὸ ἐν τοῖς γεγονόσιν ἀριθμούμενον δι' ἐκείνου ἐστίν, αὐτὸς δὲ ἐν ἀρχῇ ἐστι καὶ πρὸς τὸν θεόν ἐστι, θεὸς ὢν καὶ λόγος καὶ ζωὴ καὶ φῶς καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, οὐδὲν δὲ τῶν διὰ κτίσεως γεγονότων διὰ τῶν αὐτῶν ὀνομάτων ὀνομάζεται, οὐ λόγος, οὐ θεός, οὐ ζωή, οὐ φῶς, οὐκ ἀλήθεια, οὐ χαρακτήρ, οὐκ ἀπαύγασμα, οὐδ' ἄλλο τι τῶν θεοπρεπῶν ὀνομάτων ἔστι περὶ τὴν κτίσιν εὑρεῖν, δῆλον ὅτι ὁ ταῦτα ὢν ἄλλο τι τῇ φύσει παρὰ τὴν κτίσιν ἐστίν, ἥτις τούτων οὐδὲν οὔτε ἐστὶν οὔτε λέγεται. 3.1.15 Εἰ μὲν γὰρ ἦν τις ἐν ταῖς τοιαύταις φωναῖς ὁμω νυμία τῇ κτίσει πρὸς τὸν ποιήσαντα, συγγνωστὸς ἦν ἴσως διὰ τῆς τῶν λοιπῶν ὀνομάτων κοινότητος καὶ τὸ τῆς κτί σεως ὄνομα κοινοποιῆσαι τῷ κτισθέντι καὶ τῷ ποιήσαντι· εἰ δὲ πάντων ἀσύμβατά τε καὶ ἀκοινώνητα τὰ ἐπιθεω ρούμενα τῇ κτιστῇ τε καὶ τῇ ἀκτίστῳ φύσει διὰ τῶν ὀνο μάτων γνωρίσματα, πῶς οὐ φανερὰ πᾶσίν ἐστιν ἡ συκο φαντία τοῦ τολμῶντος ἐφαρμόσαι τὸ τῆς δουλείας ὄνομα τῷ δεσπόζοντι, καθώς φησιν ὁ προφήτης, ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καὶ τὸν ἐν πᾶσι πρωτεύοντα, καθὼς ὁ ἀπόστολος λέγει, διὰ τοῦ κατὰ τὴν κτίσιν ὀνόματός τε καὶ νοήματος εἰς ὁμότιμον ἄγειν <τάξιν> τῇ δουλευούσῃ φύσει; 3.1.16 πᾶσαν γὰρ τὴν κτίσιν δουλεύειν ὁ μέγας ἀπεφήνατο Παῦ λος, ὁ ἐν τοῖς ἄνω τῶν οὐρανῶν διδασκαλείοις παιδευθεὶς τὴν ἀπόρρητον γνῶσιν, ἐκεῖ ταῦτα μαθὼν ὅπου ἀργεῖ πᾶσα φωνὴ σημαντικὴ διὰ λόγου προφερομένη, ἀλλὰ ῥῆμα γίνεται διδασκαλίας ἡ ἀνεκφώνητος ἔννοια, τὰ