1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

265

φάσκουσαν προγραφὴν «εἰς τὸ τέλος» ἢ κατὰ τὸν Ἀκύλαν «τῷ νικοποιῷ», ἢ κατὰ τὸν Σύμμαχον «ἐπινίκιος» «ὑπὲρ τῆς ἀντιλήψεως». 10.8.16 ταῦθ' ἡμᾶς ὑπεισέρχεται, ὅτι τὸ μὲν σωτήριον πάθος, ὡς αἱ λέξεις τῶν εὐαγγελιστῶν παρέστησαν, σκότους γενομένου ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης, ἀμφὶ τὴν ἐνάτην συνετελέσθη, ὅτε καὶ τὴν φωνὴν ἀφῆκεν τὴν μεγάλην, τὰ μικρῷ πρόσθεν δεδηλωμένα εἰπών, ὥστε ὁμολογεῖσθαι σαφῶς τὸ πάθος αὐτοῦ ἀμφὶ τὴν ἑσπέραν νυκτὸς ἐπελαυνούσης γεγονέναι. 10.8.17 τὰ δὲ τῆς ἐκ νεκρῶν 10.8.17 ἀναστάσεως, ἥτις ἦν «ἀντίληψις» τοῦ πατρὸς ἀντιλαμβανομένου καὶ εἰς ἑαυτὸν ἐκ τῶν τοῦ θανάτου χωρίων ἐπισπωμένου καὶ λαμβάνοντος αὐτόν, ἀμφὶ τὴν ἕω γέγονεν, ὡς αὖθις ἀπὸ τῆς τῶν εὐαγγελιστῶν μαρτυρίας παρίσταται. 10.8.18 ὁ γοῦν Λουκᾶς φησιν· «τῇ δὲ μιᾶ τῶν σαββάτων ἦλθον ὄρθρου βαθέος ἐπὶ τὸ μνημεῖον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα», δηλονότι αἱ γυναῖκες καί τινες σὺν αὐταῖς, «εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τοῦ μνημείου, εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα», διὰ τὸ ἤδη τὸν σωτῆρα ἡμῶν ἐκ νεκρῶν ἐγηγέρθαι. 10.8.19 τοῦτο δὲ αὐτὸ καὶ ὁ Μάρκος δηλοῖ λέγων· «καὶ λίαν πρωῒ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἔτι ἀνατείλαντος τοῦ ἡλίου, καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσῃ ἡμῖν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου; ἦν γὰρ μέγας σφόδρα. καὶ ἔρ χονται καὶ εὑρίσκουσιν αὐτὸν ἀποκεκυλισμένον». ἦν δὲ ἤδη ἐγηγερμένος. ἔχεις καὶ παρὰ τῷ Ἰωάννῃ τὴν αὐτὴν μαρτυρίαν λέγοντι· «τῇ δὲ μιᾷ τῶν σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωῒ εἰς τὸ μνημεῖον ἔτι σκοτίας οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου». 10.8.20 καὶ ὁ Ματθαῖος δέ, εἰ καὶ «ὀψὲ σαββάτων» εἴρηκεν, ἀλλ' ἐπιφέρει λέγων· «τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον, καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· 10.8.21 ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισεν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου». Ταῦτα δὲ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τῆς ἐν τῷ ψαλμῷ προφητευομένης «ἑωθινῆς ἀντιλήψεως». 10.8.22 ἐπεὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν σημαίνει, οὐ μὴν κατέληξεν ἡ κατ' αὐτὸν οἰκονομία ἐν τῷ πάθει, «τέλος» δὲ τοῦ πάθους ἡ ἐκ νεκρῶν ἀνάστασις ἦν καὶ «ἡ ἀντίληψις ἡ ἑωθινή», εἰκότως ὁ λόγος τῷ παραδόξῳ «τέλει» τὴν γραφὴν ἀνατίθεται, ὡς τῆς ὑποθέσεως ἁπάσης καὶ τῶν πρὸ τοῦ «τέλους» παθημάτων τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ «τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» ἕνεκεν γενομένης. 10.8.23 εἰπὼν γοῦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ «ὁ θεὸς ὁ θεός μου πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με» καὶ ἑξῆς ἐπαγαγὼν τὸ «ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», καὶ ἔτι προσθεὶς τὸ «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με», καὶ σαφῶς τὸν θάνατον αὐτοῦ προμαρτυράμενος διὰ τὸ «εἰς χοῦν θανάτου κατήγαγές με, ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχεν με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου», καὶ ἔτι τὰ ἀμφὶ τῷ πάθει συμβεβηκότα αὐτῷ σημήνας διὰ τοῦ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον»· 10.8.24 ταῦτα καὶ τὰ τούτοις παραπλήσια προειπών, οὐκ ἐπὶ τούτοις ἔστη, ἀλλ' ἐπιλέγει· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν ἐπήκουσέν μου». 10.8.25 πῶς δ' ἂν ἔλεγεν εἰσηκοῦσθαι, εἰ μὴ πάντως τετυχήκει τῶν εὐχῶν καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδεδέητο, ὅτε ἔλεγεν τὸ «εἰς χοῦν θανάτου κατήγαγές με, ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου». 10.8.26 ταῦτα γὰρ εὐξάμενος καὶ δεηθεὶς ἐκ τούτων ῥυσθῆναί τε καὶ σωθῆναι, τυχὼν ὧν ηὔξατο ἐπιλέγει· «οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν