265
ὑπὲρ λόγον τὴν κεκαθαρμένην καρδίαν διὰ τῆς ἀλαλήτου τῶν νοημάτων 3.1.17 ἐλλάμψεως ἐκδιδάσκουσα. εἰ οὖν ταῦτα μὲν ὁ Παῦλος βοᾷ, ὅτι ἡ κτίσις δουλεύει, ὁ δὲ μονογενὴς θεὸς ἀληθῶς ἐστι κύριος καὶ θεὸς ἐπὶ πάντων, Ἰωάννης δὲ τὸ πᾶσαν δι' αὐτοῦ τῶν γεγονότων εἶναι τὴν κτίσιν μαρτύρεται, πῶς ἔτι ὁ καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμούμενος ἀνέξεται διὰ τῆς ἀσυστάτου ταύτης καὶ ἀνακολούθου τεχνολογίας ὁρῶν τὸν Εὐνόμιον εἰς τὴν τῆς κτίσεως ταπεινότητα τὴν ὑπερ κειμένην πάσης ἀρχῆς τε καὶ ἐξουσίας καὶ κυριότητος δύναμιν διὰ τῆς πρὸς τὸ δουλεῦον ὁμωνυμίας καθέλκοντα; 3.1.18 εἰ δέ φησιν ἔχειν τινὰς τῶν ἁγίων οἳ δοῦλον αὐτὸν ἀνεῖπον ἢ κτιστὸν ἢ ποιητὸν ἤ τι τῶν ταπεινῶν τε καὶ δουλοπρεπῶν ὀνομάτων, ἰδοὺ πάρεισιν αἱ γραφαί· δότω μίαν ἢ αὐτὸς ἢ ἄλλος τις ὑπὲρ ἐκείνου τοιαύτην φωνήν, καὶ ἡμεῖς σιωπή 3.1.19 σομεν. εἰ δὲ οὔτε ἔστι τοιαύτη λέξις οὔτ' ἂν εὑρεθείη ποτὲ ἐν ταῖς πεπιστευμέναις θεοπνεύστοις γραφαῖς διάνοιά τις τοιαύτη, ἥτις τῆς ἀσεβείας ταύτης συνήγορος γίνεται, τί χρὴ περαιτέρω περὶ τῶν ὁμολογουμένων διαγωνίζεσθαι πρὸς τὸν οὐ μόνον τὰς τῶν ἁγίων συκοφαντοῦντα φωνάς, 3.1.20 ἀλλὰ καὶ τοῖς ἰδίοις διορισμοῖς προσπαλαίοντα; εἰ γὰρ ἡ τῆς φύσεως τάξις, καθὼς αὐτὸς οὗτος ὁμολογεῖ, τῷ υἱῷ τὸ ὄνομα διὰ τὸ γεννηθῆναι προσμαρτυρεῖ, καὶ οὕτω γίνεται διὰ τῆς γεννηθέντος πρὸς τὸν γεννήσαντα σχέ σεως ἡ τοῦ ὀνόματος συζυγία, πῶς ἀποσπάσας τῆς φυσικῆς οἰκειότητος τὸ τοῦ υἱοῦ σημαινόμενον μεταβάλλει τὴν σχέσιν ἐπὶ τὸ ποίημά τε καὶ τὸν ποιήσαντα; ὅπερ οὐ μόνον ἐπὶ τῶν στοιχείων τοῦ κόσμου ἀληθές ἐστι λέγειν, ἀλλὰ κἂν ἐπὶ βομβυλιοῦ τις εἴπῃ καὶ μύρμηκος, καθὸ ποίημα τού των ἐστὶν ἑκάτερον, ὁμοίως πρὸς τὸν ποιήσαντα ἡ τοῦ ὀνό ματος σχέσις τὸ ἴσον ἔχει. 3.1.21 Τὸ μὲν οὖν βλάσφημον μετὰ πολλῶν ἑτέρων καὶ διὰ τῶν εἰρημένων δῆλόν ἐστιν· ἡ δὲ παρὰ τῶν ἁγίων χρῆσις, ᾗ φησιν οὗτος ἀκολουθῶν ταῦτα λέγειν, φανερὰ μέν ἐστιν οὐδεμία. τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώθασι, τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. διὰ γὰρ τὸ παρὰ τῆς σοφίας εἰρῆσθαι τὸν λόγον τοῦτον, σοφίαν δὲ παρὰ τοῦ μεγάλου Παύλου κατωνομάσθαι τὸν κύριον, ὡς αὐτοῦ τοῦ μονογενοῦς θεοῦ διὰ τοῦ τῆς σοφίας ὀνόματος ὁμολογοῦντος τὸ ἐκτίσθαι ὑπὸ τοῦ τὰ πάντα ποιή 3.1.22 σαντος τὴν φωνὴν ταύτην προτείνονται. ἐγὼ δὲ φανερὰν μὲν ἡγοῦμαι τοῖς προσεχεστέροις τε καὶ φιλοπονωτέροις τὴν εὐσεβῆ τοῦ ῥητοῦ τούτου διάνοιαν, ὡς μηδεμίαν γενέσθαι βλάβην κατὰ τοῦ λόγου τῆς πίστεως τοῖς πεπαιδευμένοις τὰ τῆς παροιμίας αἰνίγματα· πλὴν δι' ὀλίγων οἶμαι δεῖν τὸν περὶ τούτου λόγον διαλαβεῖν, ὡς ἂν φανερώτερον τῆς τοῦ ῥητοῦ τούτου διανοίας ἐκκαλυφθείσης μηδαμόθεν ἔχοι παρρησίαν ὁ τῆς αἱρέσεως λόγος, ὡς ἐκ τῆς θεοπνεύστου 3.1.23 γραφῆς τὴν μαρτυρίαν ἔχων. ὁμολογεῖται μὲν γὰρ παρὰ πάντων ἐν τῇ γραφικῇ καταχρήσει τὸ τῆς παροιμίας ὄνομα μὴ κατὰ φανεροῦ τετάχθαι νοήματος, ἀλλ' ἐπί τινος κε κρυμμένης λέγεσθαι διανοίας, οὕτω τοῦ εὐαγγελίου τὰς αἰνιγματώδεις τε καὶ ἀσαφεῖς ῥήσεις παροιμίας κατονομά ζοντος, ὡς εἶναι τὴν παροιμίαν, εἴ τις ὅρῳ τὴν ἑρμηνείαν τοῦ ὀνόματος τούτου διαλαμβάνοι, λόγον δι' ἑτέρων τῶν κατὰ τὸ πρόχειρον νοουμένων ἕτερόν τι κατὰ τὸ κρυπτὸν ἐνδεικνύμενον, ἢ λόγον οὐκ ἐπ' εὐθείας τὸν τοῦ νοήματος σκοπὸν προδεικνύοντα, ἀλλὰ κατὰ τὸ λοξὸν τὴν διδασκαλίαν 3.1.24 ποιούμενον διὰ πλαγίας ἐμφάσεως. τῷ δὲ βιβλίῳ τούτῳ κατ' ἐξαίρετον τὸ τοιοῦτον ἐπιγέγραπται ὄνομα, καὶ τῆς προσηγορίας ταύτης αἱ ἐμφάσεις εὐθὺς ἐν τοῖς προοιμίοις παρὰ τοῦ σοφοῦ Σολομῶντος διῄρηνται. οὐ γὰρ γνώμας οὐδὲ συμβουλὰς οὐδὲ διδασκαλίαν σαφῆ τοὺς ἐν τῷ βιβλίῳ τούτῳ λόγους, ἀλλὰ παροιμίας ὠνόμασεν, ἐπαγαγὼν τὴν ἑρμηνείαν, τί βούλεται τοῦ ὀνόματος τούτου τὸ σημαινό μενον· Γνῶναι γάρ, φησί, σοφίαν καὶ παιδείαν, οὐ κατὰ τὴν κοινὴν ἐπὶ τῶν ἄλλων μαθημάτων συνήθειαν προτάξας τῆς σοφίας τὴν παίδευσιν, ἀλλὰ σοφὸν ἐκ