266
προπαιδεύσεως γενέ σθαι πρῶτον διακελεύεται, εἶθ' οὕτως τὴν ἐκ τῆς παροι μίας παιδείαν χωρῆσαι. φρονήσεως γὰρ εἶναι λόγους, φησί, 3.1.25 διὰ στροφῆς τὸν σκοπὸν ἐκκαλύπτοντας. τὸ γὰρ μὴ ἐπ' εὐθείας νοούμενον στροφῆς τινος χρῄζει πρὸς τὴν τοῦ κεκρυμμένου κατάληψιν, καὶ ὥσπερ ὁ Παῦλος ἀλλάξειν ἑαυτοῦ τὴν φωνὴν ἐπηγγείλατο, μέλλων μετατιθέναι τὴν ἱστορίαν εἰς τροπικὴν θεωρίαν, οὕτως ἐνταῦθα ἡ τῶν κε κρυμμένων φανέρωσις στροφὴ λόγου παρὰ τοῦ Σολομῶντος κατονομάζεται, ὡς οὐ δυναμένου κατανοηθῆναι τοῦ κάλ λους τῶν νοημάτων, εἰ μή τις τοῦ λόγου τὸ προφαινό μενον εἰς τὸ ἔμπαλιν ἀναστρέψας ἴδοι τὴν ἀποκεκρυμμένην αὐγὴν τοῦ νοήματος· οἷον ἐπὶ τοῦ πτεροῦ συμβαίνει, ᾧ 3.1.26 κατὰ τὸ οὐραῖον ὁ ταὼς καλλωπίζεται. ἐπὶ τούτου γὰρ ὁ μὲν τὰ νῶτα τοῦ πτεροῦ θεασάμενος κατὰ τὸ ἀκαλλές τε καὶ ἄμορφον καταφρονεῖ πάντως ὡς εὐτελοῦς τοῦ θεά ματος· εἰ δέ τις ἀναστρέψας αὐτοῦ τὴν ἑτέραν ὄψιν προ δείξειεν, ὁρᾷ τὴν ποικίλην ζωγραφίαν τῆς φύσεως καὶ τὸν ἡμιτελῆ κύκλον ἐν πορφυρᾷ τῇ βαφῇ κατὰ τὸ μέσον ἐκ λάμποντα καὶ τὸν χρυσοειδῆ περὶ τὸν κύκλον ἀέρα ταῖς πολυχρόοις ἴρισι κατὰ τὸ ἄκρον διεζωσμένον τε καὶ λαμ πόμενον. ἐπεὶ οὖν οὐδὲν τῷ προχείρῳ τῆς λέξεως ἔπεστι κάλλος (Πᾶσα γάρ, φησίν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασι λέως ἔσωθεν, ἐν τοῖς χρυσοῖς νοήμασι τῷ κρυπτῷ δια λάμπουσα κόσμῳ), ἀναγκαίως ὁ Σολομὼν τοῖς ἐντυγχάνουσι τούτῳ τῷ βιβλίῳ τὴν τοῦ λόγου στροφὴν ὑποτίθεται, ἵνα διὰ τούτου νοήσωσι παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. 3.1.27 Ταῦτα τοίνυν περιεχούσης τῆς παροιμιακῆς ταύτης διδασκαλίας, οὐδὲν ἄν τις τῶν εὖ φρονούντων ἀνεξετάστως τε καὶ ἀθεωρήτως τῶν ἐκ τῆς βίβλου ταύτης προφερομένων δέξεται, κἂν ὅτι μάλιστα σαφὲς ἐκ τοῦ προχείρου καὶ γνώ ριμον τυγχάνῃ. πάντως γὰρ ὕπεστί τις καὶ τοῖς προδήλοις εἶναι δοκοῦσιν ἡ κατὰ ἀναγωγὴν θεωρία. εἰ δὲ τὰ πρόχειρα τῆς γραφῆς ταύτης ἀναγκαίως ἐπιζητεῖ τὴν λεπτομερεστέραν ἐξέτασιν, πόσῳ μᾶλλον ἐκεῖνα οἷς πολὺ τὸ ἀσαφές τε καὶ 3.1.28 δυσθεώρητον ἐκ τῆς αὐτόθεν ἐστὶ κατανοήσεως; ἐξετάσω μεν τοίνυν ἐκ τῆς περὶ τὸν τόπον ἐκεῖνον συμφράσεως τῶν ῥημάτων, εἴ τι σαφὲς ἡ τῶν παρακειμένων ἀνάγνωσις ἔχει. προδιαγράφει τὴν σοφίαν ὁ λόγος ῥήσεις τινὰς ἐξ οἰκείου διεξιοῦσαν προσώπου. ἐπίσταται δὲ πάντως ὁ φιλομαθὴς τὰ ἐν τῷ τόπῳ λεγόμενα, ὅπου κατασκηνοῖ μὲν βουλὴν ἡ σοφία, ἐπικαλεῖται δὲ γνῶσιν καὶ ἔννοιαν, κτῆμα δὲ ἔχειν φησὶν ἰσχύν τε καὶ φρόνησιν, αὐτὴ δὲ ὀνομάζεσθαι σύνεσις, ἐν ὁδοῖς δὲ περιπατεῖν δικαιοσύνης καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφεσθαι, φησὶ δὲ δι' ἑαυτῆς βασιλεύειν τοὺς βασιλεύοντας καὶ δικαιοσύνην γράφειν τοὺς δυναστεύ 3.1.29 οντας καὶ τῆς ἑαυτῶν κατακρατεῖν γῆς τοὺς τυράννους. ὅτι γὰρ οὐδὲν τῶν εἰρημένων ὁ λελογισμένος ἀνεξετάστως ἐκ τῆς ἑτοίμου διανοίας προσδέχεται, παντὶ δῆλόν ἐστιν. εἰ γὰρ οἱ βασιλεῖς δι' ἐκείνης ἐπὶ τὴν δυναστείαν προάγονται καὶ παρ' αὐτῆς ἡ τυραννὶς τὴν ἰσχὺν ἔχει, ἀνάγκη πᾶσα τυραννοποιὸν ἡμῖν τὴν σοφίαν ἀναφανῆναι καὶ τῶν πονηρῶς ἐν βασιλείᾳ δυναστευόντων εἰς ἑαυτὴν μετατιθέναι τὰς 3.1.30 μέμψεις. ἀλλ' οἴδαμεν βασιλέας τοὺς ὑπὸ τῆς σοφίας ὄν τως εἰς τὴν ἀτελεύτητον προϊόντας ἀρχήν, τοὺς πτωχοὺς τῷ πνεύματι, ὧν κτῆμα ἡ τῶν οὐρανῶν ἐστι βασιλεία, καθ ὼς ὁ κύριος, ὅς ἐστιν ἡ σοφία, διὰ τοῦ εὐαγγελίου κατ επαγγέλλεται· τοιούτους καὶ τοὺς δυνάστας ἐπιγινώσκομεν τοὺς κατὰ τῶν παθῶν δυναστεύοντας, τοὺς μὴ δουλουμένους τῇ δυναστείᾳ τῆς ἁμαρτίας, οἳ καθάπερ δέλτῳ τινὶ τῷ 3.1.31 ἰδίῳ βίῳ τὴν δικαιοσύνην ἐγγράφουσιν. οὕτως καὶ ἡ ἐπαι νετὴ τυραννὶς τῇ συμμαχίᾳ τῆς σοφίας τὴν τῶν παθῶν δημοκρατίαν εἰς τὴν τοῦ νοῦ μοναρχίαν μετασκευάσασα δουλαγωγεῖ τὰ κακῶς εἰς ἐλευθερίαν ἀφηνιάζοντα, πάντα τὰ σωματικά τε καὶ γήϊνα λέγω φρονήματα. Ἡ γὰρ σὰρξ ἐπιθυ μεῖ κατὰ τοῦ πνεύματος, καὶ τῇ ἀρχῇ τῆς ψυχῆς ἐπανίσταται. ταύτης οὖν κρατεῖ τῆς γῆς ὁ τοιοῦτος τύραννος, ἧς ἄρχων ἐτάχθη κατὰ τὴν πρώτην κτίσιν ὑπὸ τοῦ λόγου. 3.1.32