267
πρὶν χαλεπῆς δουλείας, ἣν τοῖς ἀοράτοις δεσπόταις, δαίμοσιν ἀκαθάρτοις καὶ πονηροῖς ἄρχουσί τε καὶ πνεύμασιν, καταδεδούλωντο. 10.8.38 καὶ ἄλλως δὲ καταλέλοιπεν αὐτὸν ὁ πατὴρ εἰς τὸ καὶ αὐτοῦ τοῦ Χριστοῦ τὴν ὑπὲρ ἀνθρώπων διάθεσιν ἀποδειχθῆναι. διὸ μηδενὸς ἔχοντος ἐξουσίαν τῆς αὐτοῦ ψυχῆς, ἑκὼν αὐτὸς ὑπὲρ ἀνθρώπων αὐτὴν τέθεικεν, ὥσπερ οὖν διδάσκει λέγων· «οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ»· «ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν». 10.8.39 Ἑξῆς τούτοις φησίν· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου», ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου ῥήματα βρυχήματός μου» ἐξέδωκεν, ὁ δὲ Σύμμαχος· «ἀφεστήκασιν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου», καὶ καθ' ἑτέραν δὲ φερομένην ἑρμηνείαν πέμπτην εἴρηται· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν δεήσεών μου». 10.8.40 ὅρα δὴ οὖν ὅτι κατ' οὐδετέραν τούτων τὸ «τῶν παραπτωμάτων μου» εἴρηται, ὡς συμβαίνειν ποτὲ σφάλματι γραφικῷ τοιαύτας τινὰς ἐναλλαγὰς φέρεσθαι. ἐκ δὲ τῆς τῶν πλειόνων ἑρμηνείας καταληπτέον, εἰ μὴ ἄρα τις κἀνταῦθα τὰ ἡμέτερα «παραπτώματα» ἐξοικειούμενον ταῦτα αὐτὸν εἰρηκέναι φήσειεν. 10.8.41 Τούτοις ἑξῆς ἐπιλέγει· «ὁ θεός μου, κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί», ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος «ὁ θεός μου», φησίν, «βοήσω ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ ἔστιν σιγή». θαυμάζει δὴ οὖν ἐν τούτοις τὸν πατέρα ὡς μὴ εἰσακούοντα αὐτοῦ, παράξενόν τι τούτου καὶ παρὰ τὸ σύνηθες θεωρῶν, ὁ δὲ ἐφύλαττεν αὐτῷ τὴν ἀκοὴν εἰς τὸν ἐπιτήδειον τοῦ εἰσακουσθῆναι καιρόν. 10.8.42 οὗτος δὲ ἦν ὁ «τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» καὶ ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθ' ὃν εἰ καί τινι ἄλλῳ καὶ αὐτῷ δικαίως ἂν ἐλέχθη· «καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας». 10.8.43 λέγοιτο δ' ἂν ταῦτα καὶ ἑτέρως ὑπὸ τοῦ σωτῆρος ἡμῶν, ὡς εἰωθότος μὲν ἀεὶ καὶ πάντοτε εἰσακούεσθαι ὑπὸ τοῦ πατρὸς νῦν δὲ πιστεύοντος εἰσακουσθήσεσθαι, ὡς εἰ σαφέστερον ἔλεγεν· μὴ οἷόν τέ ἐστιν, ὦ πάτερ, ἐμὲ τὸν σὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν μὴ εἰσακούεσθαι βοῶντα καὶ κεκραγότα πρὸς σὲ τὸν ἐμαυτοῦ πατέρα; διδάσκει γοῦν αὐτὸ τοῦτο ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἐπὶ τοῦ Λαζάρου, ὁπηνίκα εἰπὼν «ἄρατε τὸν λίθον» ἀπὸ τοῦ μνημείου, ἐπῆρεν «τοὺς ὀφθαλμοὺς» ἑαυτοῦ εἰς τὸν οὐρανὸν «καὶ εἶπεν, πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις». 10.8.44 εἰ τοίνυν πάντοτε αὐτοῦ ἀκούει, οὐκ ἀμφιβάλλων ἀλλ' ἀκριβῶς ἐπιστάμενος ὅτι καὶ νῦν αὐτοῦ εἰσακούσεται, ὡς ἀδυνάτου ὄντος τοῦ μὴ εἰσακούεσθαι αὐτόν, ἐρωτηματικῶς φησιν· «ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ;» ὑποστιζόντων ἡμῶν ἐν τῷ «οὐκ εἰσακούσῃ» καὶ τὸ ἐναντίον ὑπονοούντων τῷ πύσματι. 10.8.45 Τοῦτο γοῦν διδάσκει μικρὸν ὕστερον, προϊὼν ἑξῆς ἐν τῷ ψαλμῷ, λέγων· «οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου». πῶς οὖν ἀποφατικῶς λέγοι ἂν «ὁ θεός μου κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούσῃ», εἰ μὴ κατὰ τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν; ἣν οἶμαι καὶ αὐτὸν αἰνίττεσθαι λέγοντα «ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ; καὶ νυκτὸς καὶ οὐκ εἰς ἄνοιαν ἐμοί». 10.8.46 οὐ γὰρ «εἰς ἄνοιαν», φησίν, ἐμοὶ λέγεται τὸ «εἰσακούσῃ»· οἶδα γὰρ αὐτὸς ὅπως τοῦτό φημι, πεπεισμένος ὅτι πέφυκας οὐχ ὅτι γε ἐμοῦ μόνον ἀντιλαμβάνεσθαι καὶ εἰσακούειν ἀλλὰ καὶ πάντων τῶν ἁγίων σου. ἀεὶ γὰρ καὶ διὰ παντὸς «ἐν» τοῖς «ἁγίοις» σου «κατοικεῖς», καὶ σὺ εἶ ὁ παντὸς ἀνδρὸς θεοφιλοῦς, «Ἰσραὴλ» προσαγορευομένου, «ἔπαινος». 10.8.47 διὰ σὲ γὰρ παντὶ τῷ σε περιέποντι οὐχ ὁ τυχὼν προσγίνεται «ἔπαινος», καὶ «ἐπὶ σοὶ οἱ πατέρες ἡμῶν ἤλπισαν», καὶ ἐλπίσαντες τῶν ἐπαναστάντων καὶ αὐτοῖς κακῶν ἐρύσθησαν καὶ «πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν,