1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

268

ἐπὶ σοί τε ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν». 10.8.48 ἐπειδὴ οὖν πάντες οἱ ἅγιοι τούτων ἔτυχον παρὰ σοῦ, κεκράξαντές τε εἰσηκούσθησαν καὶ «οὐ κατῃσχύνθησαν», πόσῳ δὴ πλέον ἐμοῦ τοῦ σοῦ ἀγαπητοῦ παιδὸς βοῶντος μᾶλλον ἁπάντων καὶ ἑτοιμότερον εἰσακούσῃ; εἰ δὲ καὶ ἀποθαυμαστικῶς φημι «κεκράξομαι καὶ οὐκ εἰσακούσῃ;» ἀλλ' «οὐκ εἰς ἄνοιαν» ὁ λόγος μοι προφέρεται. οἶδα γοῦν ὅπως τὴν εὐχὴν προφέρω, μὴ ἐναβρυνόμενος μηδὲ ἐγκαυχώμενος, ἀλλ' ὡς ταπεινοφρονῶν. 10.8.49 ἐπεὶ γὰρ «πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ», ταπεινῶς καὶ τῇ ἐμαυτοῦ πραότητι οἰκείως περὶ ἐμαυτοῦ ταπεινὰ φθέγγομαι, οὕτω δὴ καὶ «σκώληκα» ἐμαυτὸν ὀνομάζω. τί γὰρ ἂν γένοιτο σκώληκος ταπεινότερον; ὅθεν οὐδ' ἄνθρωπον ἐμαυτὸν εἴποιμ' ἄν, εἰς τοσαύτην ταπείνωσιν ἐκ τοῦ οἰκείου μεγέθους κατελθών, ὥστε καὶ σκώληκος μηδὲν δοκεῖν διαφέρειν, διὰ τὸ καὶ μέχρι θανάτου καὶ τῆς τοῦ σώματος φθάσαι φθορᾶς. πόθεν γὰρ ἄλλοθεν ἂν γεννηθείη σκώληξ ἢ ἀπὸ σωμάτων φθορᾶς, εἰς ἣν καὶ αὐτὸς κατελθὼν εἰκότως ἐμαυτὸν σκώληκα καὶ οὐκ ἄνθρωπον γινώσκω. 10.8.50 διὸ καὶ γέγονα «ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», οὐκ ἂν γενόμενος οὔτε «ὄνειδος ἀνθρώπων» οὔτε «ἐξουδένημα», εἰ μὴ μέχρι σκώληκος ἐφθάκειν παρὰ τὸν τοῦ πάθους καιρόν. τηνικαῦτα γοῦν θεωροῦντές με ἐπὶ τοῦ σταυροῦ ἀνηρτημένον, «ἐξεμυκτήρισαν» καὶ «ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησάν» τε «κεφαλὴν» λέγοντες, «ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν». 10.8.51 ταῦτα μὲν οὖν ἅπαντα διὰ τοῦ ψαλμοῦ σαφῶς περὶ τῶν μελλόντων γενήσεσθαι μακροῖς ποθ' ὕστε ρον χρόνοις ἐθεσπίζετο, τέλους δὲ ἐτύγχανεν, ὁπότε, κατὰ τὸν Ματθαῖον, σταυρωθέντων σὺν αὐτῷ δύο λῃστῶν, ἑνὸς «ἐκ δεξιῶν» καὶ ἑνὸς «ἐξ εὐωνύμων» τοῦ σωτῆρος «οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 10.8.52 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν αὐτῷ. εἰ πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι υἱὸς θεοῦ εἰμι,» κατὰ δὲ τὸν Λουκᾶν· «εἱστήκει ὁ λαὸς θεωρῶν, καὶ ἐξεμυκτήριζον αὐτὸν οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ ἐκλεκτός», 10.8.53 κατὰ δὲ τὸν Μάρκον· «καὶ οἱ παράγοντες ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν, σῶσον σεαυτὸν καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες εἰς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.» 10.8.54 ταῦτα γὰρ τί ἂν διαφέροι τῶν ἐν τῷ ψαλμῷ προαναπεφωνημένων ἐν τῷ «ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν». 10.8.55 καὶ μὴ θαυμάσῃς, εἰ ταῦτα κατὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν εἴρητό τε καὶ πεπλήρωτο, ὁπότε εἰσέτι δεῦρο παρὰ πᾶσιν ἀνθρώποις τοῖς μηδέπω τὴν εἰς αὐτὸν πίστιν ἀνειληφόσιν «ὄνειδος ἀνθρώπων» νενόμισται. τί γὰρ ἂν αἴσχιον καὶ παντὸς ὀνείδους χεῖρον τοῦ σταυρωθῆναι; ἀλλὰ καὶ «ἐξουδένημα λαοῦ» ἐστιν τοῦ ἐκ περιτομῆς, παντὸς αὐτῶν τοῦ ἔθνους εἰσέτι νῦν καὶ σήμερον χλευάζειν καὶ ἐξουθενεῖν καὶ καταπτύειν εἰωθότος αὐτοῦ, ὅθεν καὶ εἰκότως ὁ ἀπόστολος· «ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν». 10.8.56 καὶ τὰ ἑξῆς δὲ εἰρημένα ἐν τῷ ψαλμῷ εἰσέτι καὶ νῦν εὕροις ἂν παρὰ