268
μελιοῦσθαι, τίνα λόγον εἴποι τις ἂν ἔχειν ταῖς κοιναῖς τε καὶ προχείροις ἐννοίαις συμβαίνοντα, τό τε πρὸ τούτων ἐπαπορηθὲν ἐν τῷ λόγῳ, πῶς ἡ ἀναγγελία τῶν καθ' ἡμέ ραν γινομένων καὶ ἡ μνήμη τῆς ἐξαριθμήσεως τῶν ἐξ αἰῶνος ὥσπερ αἰτία τις γίνεται τοῦ ἐκτίσθαι παρὰ τοῦ θεοῦ τὴν σοφίαν λέγειν; 3.1.41 Οὐκοῦν ἐπειδὴ δέδεικται φανερῶς διὰ τῶν εἰρημένων μηδὲν ἐν τούτοις τοιοῦτον εἶναι, ὡς ἀνεξετάστως τε καὶ ἀθεωρήτως παραδεχθῆναι τὸν λόγον, καλῶς ἂν ἔχοι καθ' ὁμοιότητα τῶν λοιπῶν καὶ τὸ Κύριος ἔκτισέ με μὴ κατὰ τὴν αὐτόθεν ἡμῖν ἐκ τοῦ ῥήματος ἐγγινομένην διάνοιαν ἑρμηνεύειν, ἀλλὰ ζητεῖν κατὰ πᾶσαν προσοχήν τε καὶ ἐπι 3.1.42 μέλειαν τὸ εὐσεβῶς διὰ τοῦ λεγομένου νοούμενον. ἀλλὰ τὸ μὲν ἀκριβῶς κατειληφέναι τὴν τῶν προκειμένων διάνοιαν μόνων ἂν εἴη τῶν τῷ ἁγίῳ πνεύματι τὰ βάθη διερευνών των καὶ λαλεῖν ἐπισταμένων ἐν πνεύματι τὰ θεῖα μυστήρια· παρ' ἡμῶν δὲ τοσοῦτον ἐν τοῖς προκειμένοις ὁ λόγος ἀσχο ληθήσεται, ὅσον μὴ πάντη περιϊδεῖν τὸν ἐν τούτοις σκοπὸν ἀθεώρητον. τίς οὖν ὁ ἡμέτερος λόγος; οὐκ ἔστιν, οἶμαι, δυνατὸν τὴν ἐκ θείας ἐλλάμψεως γινομένην ἔν τινι σοφίαν μόνην ταύτην δίχα τῶν λοιπῶν χαρισμάτων τοῦ πνεύματος παραγενέσθαι, ἀλλὰ χρὴ πάντως συνεισελθεῖν ταύτῃ καὶ 3.1.43 τῆς προφητείας τὴν χάριν. εἰ γὰρ ἴδιον σοφίας ἐστὶν ἡ τῆς τῶν ὄντων ἀληθείας κατάληψις, προφητεία δὲ τὴν τῶν μελλόντων περιέχει σαφήνειαν, οὐκ ἂν ἐν τῷ τελείῳ τις τῆς σοφίας εἴη χαρίσματι μὴ διὰ τῆς προφητικῆς συν εργίας συμπεριλαβὼν τῇ γνώσει καὶ τὸ ἐσόμενον. ἐπεὶ οὖν οὐκ ἀνθρωπίνην τινὰ σοφίαν ἑαυτῷ προσμαρτυρεῖ Σολο μὼν ὁ εἰπὼν ὅτι Ὁ θεὸς δεδίδαχέ με σοφίαν, καὶ πάντα τὸν παρ' ἑαυτοῦ λόγον ἀνατιθεὶς τῷ θεῷ ἐν οἷς φησιν ὅτι Οἱ ἐμοὶ λόγοι εἴρηνται ἀπὸ θεοῦ, καλῶς ἂν ἔχοι τὴν ἀνα μεμιγμένην τῇ σοφίᾳ προφητείαν ἐν τῷ μέρει τούτῳ τῆς 3.1.44 παροιμίας διερευνήσασθαι. φαμὲν τοίνυν ὅτι ἐν μὲν τοῖς πρὸ τούτου λόγοις εἰπὼν τὴν σοφίαν ἑαυτῇ ᾠκοδομηκέναι τὸν οἶκον τὴν τῆς σαρκὸς τοῦ κυρίου κατασκευὴν διὰ τοῦ λόγου αἰνίσσεται· οὐ γὰρ ἐν ἀλλοτρίῳ οἰκοδομήματι ἡ ἀληθινὴ σοφία κατῴκησεν, ἀλλ' ἑαυτῇ τὸ οἰκητήριον 3.1.45 ἐκ τοῦ παρθενικοῦ σώματος ἐδομήσατο. ἐνταῦθα δὲ τὸ ἑνωθὲν ἐξ ἀμφοτέρων τῷ λόγῳ προτίθησι, τοῦ τε οἴκου λέγω καὶ τῆς σοφίας τῆς οἰκοδομησάσης τὸν οἶκον, τουτέστιν ἔκ τε τοῦ ἀνθρωπίνου καὶ ἐκ τῆς ἀνακραθείσης τῷ ἀνθρώπῳ θεότητος, ἑκατέρῳ δὲ τού των ἐφαρμόζει τὰς καταλλήλους τε καὶ πρεπούσας φωνάς, καθὼς ἔστιν ἰδεῖν καὶ ἐν τοῖς εὐαγγελίοις γινόμενον, ἐν οἷς ὁ λόγος κατὰ τὸ πρόσφορον τῷ ὑποκειμένῳ διεξαγόμενος διὰ μὲν τῆς ὑψηλοτέρας τε καὶ θεοπρεποῦς σημασίας τὸ θεῖον ἐνδείκνυται, διὰ δὲ τῆς χαμαιζήλου τε καὶ ταπεινῆς 3.1.46 τὸ ἀνθρώπινον. οὕτως ἔστιν ἰδεῖν καὶ ἐν τῷ μέρει τούτῳ προφητικῶς τὸν Σολομῶντα κινούμενον καὶ ὅλον παραδε δωκότα τὸ τῆς οἰκονομίας μυστήριον. λέγει γὰρ πρότερον μὲν τὴν προαιώνιον τῆς σοφίας δύναμίν τε καὶ ἐνέργειαν, ἐν οἷς τῷ εὐαγγελιστῇ τρόπον τινὰ καὶ ἐπ' αὐτῶν τῶν ῥημά των συμφέρεται. ὡς γὰρ ἐκεῖνος τῇ περιληπτικῇ φωνῇ πάν των αὐτὸν αἴτιον καὶ δημιουργὸν ἀνεκήρυξεν, οὕτως ὁ Σολο μὼν παρ' αὐτοῦ γεγενῆσθαι τὰ καθέκαστον λέγει τὰ ἐν τῷ 3.1.47 παντὶ ἀριθμούμενα. φησὶ γὰρ ὅτι ὁ θεὸς τῇ σοφίᾳ ἐθε μελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει καὶ ὅσα τούτοις κατὰ τὸ ἀκόλουθον ἕπεται τῆς αὐτῆς ἐχόμενα διανοίας. καὶ ὡς ἂν μὴ δοκοίη τὴν δωρεὰν τῆς ἐν ἀν θρώποις ἀρετῆς περιορᾶν ἀμνημόνευτον, πάλιν ἐκ προσώπου τῆς σοφίας ἐκεῖνα διέξεισι λέγων, ὧν μικρῷ πρόσθεν ἐμνη μονεύσαμεν, τὸ Κατεσκήνωσα βουλὴν καὶ γνῶσιν καὶ ἔν νοιαν, καὶ ὅσα τῆς νοερᾶς τε καὶ ἐπιστημονικῆς διδασκα λίας ἐστί. 3.1.48 Ταῦτα καὶ τὰ τοιαῦτα διεξελθὼν ἐπάγει καὶ περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας διδασκαλίαν, διὰ τί σὰρξ ὁ λόγος ἐγένετο. φανεροῦ γὰρ ἅπασιν ὄντος ὅτι οὐδὲν ἐν ἑαυτῷ κτιστὸν ἢ ἐπείσακτον ὁ ἐπὶ πάντων ἔχει θεός, οὐ δύναμιν, οὐ σοφίαν, οὐ φῶς, οὐ λόγον, οὐ ζωήν, οὐκ ἀλή θειαν οὐδὲ ὅλως τι τῶν ἐν τῷ πληρώματι τοῦ θείου κόλπου θεωρουμένων, ἅπερ πάντα ἐστὶν ὁ