269
τοῖς πολλοῖς περὶ τοῦ αὐτοῦ λεγόμενα. ταῦτα μὲν οὖν περὶ τῆς διαλαβούσης αὐτὸν εἰσέτι τότε περιστάσεως ηὔχετο. Εἰδὼς δὲ μὴ χείρονα οὖσαν τῆς τοῦ θανάτου συμφορᾶς τὴν πρώτην αὐτοῦ εἰς σάρκα ἔνδεσιν καὶ τὴν ἐκ θηλείας καὶ παρθένου γένεσιν, κατὰ καιρὸν ἐν τοῖς περὶ θανάτου τῶν τῆς γενέσεως αὐτοῦ μνημονεύει, λέγων πρὸς τὸν πατέρα· «ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ». 10.8.57 τούτων δὲ εἰκότως ἀναφέρει τὴν μνήμην εἰς παραμυθίαν τῆς τῶν παρόντων ἀπαλλαγῆς. ὥσπερ γάρ, φησίν, γέγονάς μου βοηθὸς σῶμα ἀνθρώπειον ἀναλαβόντος, ὅτε καὶ ἐξ αὐτῆς τῆς κυοφορούσης με γαστρὸς σὺ αὐτὸς ὁ θεός μου καὶ πατήρ μου ὥσπερ μαιούμενος τὴν ἐμοὶ κατεσκευασμένην ἐξ ἁγίου πνεύματος σάρκα ἐξέσπασας, τὴν ἑαυτοῦ δύναμιν ὀρέξας, ὡς ἂν μή τις ἐνέδρα καὶ ἐπιβουλὴ ἐξ ἀντικειμένων δυνάμεων καὶ πονηρῶν πνευμάτων διαφθονουμένων τῇ εἰς ἀνθρώπους παρόδῳ μου γένοιτο ἐπεὶ καὶ κατὰ τὴν πρώτην σύλληψιν σὺ πάλιν τὸ κατὰ γαστρὸς «ἐπεσκίασας», ὡς ἂν λάθοι «τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου» ἡ ἐξ ἁγίου πνεύματος τῆς ἁγίας παρθένου σύλληψις, 10.8.58 ὅπερ μέγα μυστήριον ὁ σὸς ἀρχάγγελος ἐξέφηνεν Γαβριὴλ τῇ Μαρίᾳ εἰπών· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι», -ὥσπερ οὖν ἡ σὴ τότε τοῦ ὑψίστου δύναμις συλλαμβανόμενον μὲν ἐπεσκίασεν, τικτόμενον δὲ ἐξέσπασεν ἀπὸ γαστρὸς μητρός μου, οὕτω πολλή μοι τυγχάνει παραμυθία, ὅτι καὶ τοῦ θανάτου με πολὺ μᾶλλον ἀνασπάσεις. 10.8.59 καὶ τοῦτό γε ἐλπίζων ἐπὶ σὲ πέποιθα τὸν ἐμαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα, καὶ πέποιθα οὐ νῦν πρῶτον ἀρξάμενος τῆς εἰς σὲ ἐλπίδος, ἀλλὰ καὶ ὅτε «ἀπὸ μαστῶν μητρός μου» τὴν νηπιώδη τροφὴν ἀναλαμβάνων ἐνομιζόμην ὁμοίως τοῖς τῶν ἀνθρώπων βρέφεσιν ἀτελὴς εἶναι καὶ ἄλογος, μὴ ὤν γε τοιοῦτος, εἰ καὶ σῶμά μοι ὅμοιον ἀνθρώποις ἦν, ἀλλ' οὐ καὶ τὴν δύναμιν οὐδὲ τὴν οὐσίαν τοῖς πολλοῖς ὢν ἐμφερής, ἄνετος δὲ καὶ ἀπόλυτος, οἷά σου τοῦ θεοῦ ἀμνός, καὶ ἐξ ἐκείνης τῆς ἡλικίας γαλουχούμενος, λέγω δὴ «ἀπὸ μαστῶν τῆς μητρός μου». 10.8.60 καὶ οὔπω τοῦτο μέγα τις ἡγήσεται, εἰ μάθοι ὅτι καὶ ἔτι πρότερον «ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ». ἔτι γὰρ ἔνδον ἐν τῷ ταμείῳ τῆς κυοφορούσης με φερόμενος σὲ τὸν θεόν μου ἑώρων, ἅτε ἀσύγχυτος καὶ ἀθόλωτος ἐν τῇ τοσαύτῃ τῶν σαρκῶν κοινωνίᾳ διαμείνας, μᾶλλον δὲ ἀσώματος καὶ τότε ὢν καὶ πάντων ἐλεύθερος δεσμῶν· οὕτως δὲ «ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας», καὶ «ἀπὸ γαστρὸς μητρὸς θεός μου» ἦσθα, ὡς αἰσθέσθαι με τῆς ἐμῆς δυνάμεως ἔτι κυοφορουμένης πρὸς τῆς ἁγίας παρθένου τὸν ἐμὸν πρόδρομον Ἰωάννην, καὶ αὐτὸν κατὰ γαστρὸς τῆς Ἐλισαβὲτ κυοφορούμενον, ὥστε ὑπὸ τῆς ἐμῆς θεότητος κινηθέντα σκιρτῆσαι ἐν ἀγαλλιάσει καὶ πνεύματος ἁγίου πλησθῆναι. 10.8.61 Τούτων οὖν ἁπάντων ἀναφέρων τὴν μνήμην, καὶ διὰ παντὸς τὸν θεόν μου καὶ πατέρα μου πρὸ τῶν ἐμῶν ὀφθαλμῶν τιθέμενος, εἰκότως καὶ κατὰ τὸν ἐνεστῶτα τοῦ περιέχοντός με πάθους καιρόν, ὅτε σοὶ τῷ πατρὶ γενόμενος ὑπήκοος, αὐθαίρετος καὶ ἑκὼν γέγονα «σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», καὶ νῦν ὅτε «πάντες οἱ θεωροῦντές» μου τὸ σῶμα τῷ σταυρῷ προσηλούμενον, ἀποτρόπαιον ἡγούμενοι ὁρᾶν πρᾶγμα, «ἐξεμυκτήρισάν με», τοσαύτην κατ' ἐμοῦ χλεύην καὶ διασυρμὸν καταχέοντες, ὡς μὴ μόνον ἐν διανοίᾳ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι περὶ ἐμοῦ τὰ ἀσεβῆ, ἀλλὰ καὶ ἀφόβως φθέγγεσθαι καὶ ἐν φανερῷ λαλεῖν «ἐλάλησαν» γοῦν «ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν», λέγοντες «ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν», 10.8.62 καὶ νῦν γοῦν ὅτε τὰ τοιαῦτά με περιέστηκεν, σὲ τὸν πατέρα μου τὸν ἐκσπάσαντά «με ἐκ γαστρὸς μητρός μου», ἐφ' ὃν «ἐπερρίφην ἐκ μήτρας», εἰς ὃν ἤλπισα «ἀπὸ μαστῶν», τὸν καὶ ἀπὸ γαστρὸς μητρός μου γνωριζόμενόν μοι καὶ γινωσκόμενον θεὸν ἱκετεύω καὶ ἀντιβολῶ «μὴ ἀποστῆναι ἀπ' ἐμοῦ, ὅτι θλῖψις