269
μονογενὴς θεός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, οὐκ ἄν τινι τῶν ἐν τῷ θεῷ θεω ρουμένων εὐλόγως ἐφαρμοσθείη τὸ τῆς κτίσεως ὄνομα, ὥστε εἰπεῖν τὸν ἐν τῷ πατρὶ υἱὸν ἢ τὸν ἐν τῇ ἀρχῇ λόγον ἢ τὸ ἐν τῷ φωτὶ φῶς ἢ τὴν ἐν τῇ ζωῇ ζωὴν ἢ τὴν ἐν τῇ σοφίᾳ 3.1.49 σοφίαν ὅτι Κύριος ἔκτισέ με. εἰ γὰρ κτιστὴ τοῦ θεοῦ ἡ σοφία, Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἐπείσακτον ἔσχε πάντως ὁ θεὸς τὴν σοφίαν, ὕστερον ἐκ κατασκευῆς προσλαβὼν ὃ μὴ παρὰ τὴν πρώτην εἶχεν. ἀλλὰ μὴν ὁ ἐν τοῖς κόλποις ὢν τοῦ πατρὸς οὐδέποτε κενὸν ἑαυτοῦ δίδωσι νοεῖν τὸν πατρῷον κόλπον. ἄρα οὐ τῶν ἔξωθεν ἐγγενο μένων ἐστὶ τῷ κόλπῳ, ἀλλὰ παντὸς ἀγαθοῦ πλήρωμα ὢν πάντοτε ἐν τῷ πατρὶ νοεῖται ὁ ἐν ἀρχῇ ὤν, οὐκ ἀναμένων τὸ διὰ κτίσεως ἐν αὐτῷ γενέσθαι, ὡς ἂν μήποτε κενὸς ἀγαθῶν ὁ πατὴρ νοηθείη, ἀλλ' ὁ ἐν τῇ ἀϊδιότητι τῆς πατρικῆς θεότητος εἶναι νοούμενος ἀεὶ ἐν αὐτῷ ἐστι, δύ ναμις ὢν καὶ ζωὴ καὶ ἀλήθεια καὶ φῶς καὶ σοφία καὶ τὰ 3.1.50 τοιαῦτα. οὐκοῦν οὐκ ἐκ τοῦ θείου τε καὶ ἀκηράτου ἐστὶν ἡ τοῦ ἔκτισέ με φωνή, ἀλλά, καθὼς εἴρηται, ἐκ τοῦ ἀνα κραθέντος κατ' οἰκονομίαν ἀπὸ τῆς κτιστῆς ἡμῶν φύσεως. πῶς οὖν ἡ αὐτὴ καὶ τὴν γῆν θεμελιοῖ καὶ τοὺς οὐρανοὺς ἑτοιμάζει καὶ τὰς ἀβύσσους ἀναρρήγνυσι, σοφία καὶ φρό νησις καὶ θεία αἴσθησις καλουμένη, καὶ ἐνταῦθα κτίζεται εἰς ἔργων ἀρχήν; οὐκ ἄνευ, φησίν, αἰτίας μεγάλης ἡ τοι 3.1.51 αύτη συνεργεῖται οἰκονομία. ἀλλ' ἐπειδὴ τῶν παραφυλα κτέων ἡμῖν τὴν ἐντολὴν λαβόντες οἱ ἄνθρωποι ἐξέβαλον τῆς μνήμης τὴν χάριν, διὰ τῆς παρακοῆς ἐν τῇ τῶν ἀγαθῶν λήθῃ γενόμενοι, διὰ τοῦτο, ἵνα ἀναγγείλω πάλιν ὑμῖν τὰ καθ' ἡμέραν ἐπὶ σωτηρίᾳ γινόμενα καὶ ἀναμνήσω τὰ ἐξ αἰῶνος ἀπαριθμησάμενος ὧν ἐπελάθεσθε· οὐ γὰρ καινόν τι καταγγέλλω νῦν εὐαγγέλιον, ἀλλὰ τὴν εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν ὑμῶν πραγματεύομαι· τούτου χάριν ἐκτίσθην ὁ ἀεὶ ὢν καὶ μηδὲν τοῦ κτισθῆναι πρὸς τὸ εἶναι δεόμενος, ὥστε με γενέσθαι ἀρχὴν ὁδῶν εἰς τὰ ἔργα τοῦ θεοῦ, τοὺς ἀνθρώπους λέγω. τῆς γὰρ ὁδοῦ τῆς πρώτης καταφθαρείσης, ἔδει πάλιν ἐγκαινισθῆναι τοῖς πλανωμένοις ὁδὸν πρόσφατόν τε καὶ ζῶσαν, αὐτὸν ἐμὲ ὅς εἰμι ἡ ὁδός. 3.1.52 Καὶ ὅτι πρὸς τὸ ἀνθρώπινον ἡ τοῦ ἔκτισέ με διάνοια βλέπει, σαφέστερον ἡμῖν τοῦτο παρίστησι διὰ τῶν ἰδίων λόγων ὁ θεῖος ἀπόστολος, ἐν οἷς διακελεύεται ὅτι Ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ πρὸς τούτοις ὅπου τὸν αὐτὸν ἐπαναλαβὼν λόγον φησὶν Ἐνδύσασθε τὸν καινὸν ἄν θρωπον τὸν κατὰ θεὸν κτισθέντα. εἰ γὰρ ἓν μέν ἐστι τὸ σωτήριον ἔνδυμα, τοῦτο δέ ἐστιν ὁ Χριστός, οὐκ ἂν ἄλλον τις εἴποι παρὰ τὸν Χριστὸν εἶναι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, ἀλλὰ δῆλον ὅτι ὁ τὸν Χριστὸν ἐν δυσάμενος τὸν καινὸν ἐνδέδυται ἄνθρωπον τὸν κατὰ θεὸν 3.1.53 κτισθέντα. μόνος γὰρ οὗτος ὡς ἀληθῶς καινὸς κυρίως ὀνομάζεται ἄνθρωπος, ὃς οὐχὶ διὰ τῶν γνωρίμων τε καὶ συνήθων τῆς φύσεως ὁδῶν ἐν τῷ τῶν ἀνθρώπων ἐφάνη βίῳ, ἀλλ' ἐξηλλαγμένη τις καὶ ἰδιάζουσα ἐπὶ μόνου τούτου ἐκαινοτομήθη ἡ κτίσις. διὰ τοῦτο τὸν αὐτὸν πρός τε τὸ παράδοξον τῆς γεννήσεως βλέπων καινὸν ἄνθρωπον κατὰ θεὸν κτισθέντα κατονομάζει, καὶ πρὸς τὴν θείαν φύσιν ὁρῶν τὴν ἐγκραθεῖσαν τῇ κτίσει τοῦ καινοῦ τούτου ἀν θρώπου Χριστὸν προσαγορεύει, ὡς καθ' ἑνὸς καὶ τοῦ αὐτοῦ τὰς δύο κεῖσθαι φωνάς, τήν τε τοῦ Χριστοῦ λέγω καὶ τὴν τοῦ καινοῦ ἀνθρώπου τοῦ κατὰ θεὸν κτισθέντος. 3.1.54 Ἐπεὶ οὖν ὁ Χριστὸς ἡ σοφία ἐστίν, ὁ συνετὸς ἀκροατὴς ἐπισκεψάσθω τὸν λόγον τῶν τε προσμαχομένων ἡμῖν καὶ τὸν ἡμέτερον καὶ κρινάτω τὸν εὐσεβέστερον, τίς μᾶλλον τὰς θεοπρεπεῖς ἐννοίας ἐν τῷ ῥητῷ διασῴζει, ὁ τὸν τοῦ παντὸς κτίστην καὶ κύριον πεποιῆσθαι διοριζόμενος καὶ τῇ δουλευ ούσῃ κτίσει κατασκευάζων ὁμότιμον, ἢ μᾶλλον ὁ πρὸς τὴν οἰκονομίαν ὁρῶν καὶ φυλάσσων τῇ τε περὶ τὸ θεῖον καὶ τῇ περὶ τὸ ἀνθρώπινον ὑπολήψει τὸ πρόσφορον, συμμαρτυ ροῦντος τοῦ μεγάλου Παύλου τῷ δόγματι, ὃς ἐν μὲν τῷ καινῷ ἀνθρώπῳ τὴν κτίσιν βλέπει, ἐν δὲ τῇ ἀληθινῇ σοφίᾳ 3.1.55 τὴν ἐξουσίαν τῆς κτίσεως. συμβαίνει δὲ καὶ ἡ τάξις τοῦ λόγου τῇ θεωρίᾳ τοῦ δόγματος. εἰ γὰρ μὴ