270
ἐγγύς». 10.8.63 μέλλει γάρ, φησίν, καὶ ὅσον οὔπω πάρεστιν καὶ πλησιάζει συνέχον ἤδη καὶ ἐπικείμενόν μοι τὸ πάντων ἔσχατον τῆς ὑπερβαλλούσης μου θλίψεως νέφος. οὔπω γὰρ ἐγὼ θλῖψιν ταύτην τὴν νῦν περιέχουσάν με καλῶ οὔτε τὸν σταυρόν, οὔτε τοὺς ἐξ ἀνθρώπων ὀνειδισμούς, οὔτε τὰς χλεύας, οὔτε μὴν τὰ πρὸ τοῦ σταυροῦ συμβεβηκότα μοι, τὰς μάστιγας, τὰς ὕβρεις, καὶ ὅσα ἄλλα ἐπαροίνησαν εἰς ἐμὲ οἱ υἱοὶ τῶν ἀνθρώπων· ἀλλὰ γὰρ ὁρῶ, μετὰ τὴν τοῦ σώματος ἀνάλυσιν κατ' αὐτὸν τὸν θάνατον καὶ τὴν εἰς ᾅδου κατάβασιν, πλησιάζουσαν τῶν ἀντικειμένων καὶ ἐχθρῶν τῷ θεῷ δυνάμεων ἐπανάστασιν. διό φημι· «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν». 10.8.64 πῶς γὰρ οὐχ ὑπερβάλ λουσα ἦν καὶ μεγίστη θλῖψις αὕτη ἐκείνη, ἐν ᾗ «οὐκ ἔστιν ὁ βοηθῶν»; ὁ μὲν γὰρ ἐπὶ σωτηρίᾳ τῶν ἐν ᾅδου ψυχῶν παρῄει, ἐκ μακροῦ αἰῶνος τὴν ἄφιξιν αὐτοῦ περιμενουσῶν, καὶ κατῄει γε «θύρας χαλκᾶς» συντρίψων καὶ «μοχλοὺς σιδηροὺς» συνθλάσων καὶ τοὺς πρὶν δεσμίους ᾅδου ἐλευθέρους ἀνήσων, ὃ καὶ γέγονεν, ὅτε «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων» ἀναστάντα συνεισῆλθον αὐτῷ «εἰς τὴν» ἀληθῶς «ἁγίαν» τοῦ θεοῦ «πόλιν». 10.8.65 Αἱ δὲ δυνάμεις αἱ ἀντικείμεναι πρὸς τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεστρατεύοντο αὐτῷ, λύπην οὐ μικρὰν καὶ θλῖψιν αὐτῷ παρέχουσαι, ἀποκλαομένῳ καὶ ἐπ' αὐταῖς δι' ὑπερβολὴν ἀγαθότητος· ἀλλὰ γὰρ τήρει, τίνα τρόπον ταῦτα πάντα λέλεκται ὡς ἐκ προσώπου αὐτοῦ ἐν μήτρᾳ κυοφορηθέντος καὶ ἀπὸ γαστρὸς μητρὸς γεγεννημένου, ὃν ἐφάσκομεν εἶναι «τὸν ἀμνὸν τοῦ θεοῦ». 10.8.66 τούτῳ γὰρ καὶ συμβαίνει τὰ περὶ τὸ πάθος, ὡς καὶ τὰ τῆς ἐνσάρκου γενέσεως ἥρμοζεν. τὸ γοῦν γεννηθὲν καὶ ἀποθνήσκει, τὸ δὲ θνῆσκον οὐκ ἄλλως θανάτου τυγχάνει ἢ πρότερον ὁδεῦσαν διὰ γενέσεως. 10.8.67 ταῦτ' οὖν διέξεισιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, οὐ καθ' ὃ ἄσαρκος καὶ ἀσώματος ὑπάρχει τὴν φύσιν, οὐδὲ καθ' ὃ θεοῦ λόγος καὶ θεὸς ἐπινοεῖται, ἀλλὰ καθ' ὃ οἷός τε ἦν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ λέγειν· «ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ». 10.8.68 οὗτος δὴ οὖν, πρὸς τῷ πάθει γεγονώς, εὔχεται τὰ προκείμενα πρὸς τὸν πατέρα, καὶ τοσούτων, φησίν, μελλόντων με περιστήσεσθαι ἀντικειμένων ἐνεργειῶν καὶ δαιμόνων ἀκαθάρτων καὶ πνευματικῶν πονηρίας, καὶ ἐπὶ πᾶσι τοῦ πάντων χειρίστου αὐτοῦ δὴ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, οὓς τῆς κακίας ἕνεκεν θῆρας πονηροὺς ὀνομάζειν ἄξιον καὶ ἤτοι ταύρους ἀγρίους ἢ μόσχους ἢ λέοντας ἢ κύνας, μέλλων τε πρὸς ἅπαντας ἵστασθαι καὶ μηδὲν ἀγαθὸν εἰς αὐτοὺς ἐνεργεῖν, τῷ μηδὲν παραδέχεσθαι αὐτοὺς τῶν ἐμῶν ἀγαθῶν δι' ἄκραν κακίας ἕξιν, ἀλλὰ μηδὲ βοηθοῦ μηδὲ συνεργοῦ τυγχάνων τινὸς τῶν προειρημένων εἰς τὸν ὑπὲρ τῶν ἐν ᾅδου ψυχῶν ἆθλον, πῶς οὐκ ἂν εὐλόγως εἴποιμ' ἂν καὶ «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν»; τὸ μὲν οὖν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις μὴ συνεργεῖν αὐτῷ μηδὲ βοηθεῖν ἐπ' ἀγαθὸν αὐτῷ κομι ζομένῳ οὐδὲν ἦν θαυμαστόν· τὸ δὲ πάντων μέγιστον τῆς θλίψεως τῆς μάλιστα πιεζούσης αὐτὸν τοῦτ' ἦν ἄρα, τὸ μηδένα μηδὲ τῶν αἰσίων καὶ δεξιῶν ἀγγέλων μηδὲ μὴν τῶν θείων δυνάμεων τολμᾶν ἐπιβαίνειν τοῖς τοῦ θανάτου βασιλείοις μηδὲ συνεργεῖν ἐπὶ βοηθείᾳ τῶν αὐτόθι ψυχῶν. 10.8.69 μόνῳ γὰρ αὐτῷ τοῦτ' ἀτρεμὲς ἦν, ἐπεὶ καὶ μόνῳ ἠνεῴχθησαν «πύλαι θανάτου», καὶ μόνον αὐτὸν «πυλωροὶ ᾅδου ἰδόντες ἔπτηξαν», αὐτός τε ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, ὑπεκστὰς τῶν βασιλείων θρόνων, ἅτε μόνον αὐτὸν ἐπιγνοὺς ἑαυτοῦ κύριον, ἐλάλησεν αὐτῷ «δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς», κατὰ τὰ δηλούμενα ἐν τῷ Ἰὼβ περὶ τούτων. 10.8.70 πλὴν ἀλλὰ τὴν ἀσεβῆ τοῦ τυράννου καταδυναστείαν τοσοῦτον ὁρῶν ἰσχύουσαν, ὡς μηδένα ἄλλον τολμᾶν τῶν κατ' οὐρανὸν ἐν τοῖς αὐτόθι χωρίοις συμπαρεῖναι αὐτῷ καὶ τῇ τῶν αὐτόθι ψυχῶν συνεργεῖν σωτηρίᾳ, εἰκότως φησὶν «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν», ἑνὸς μόνου τοῦ κἀκεῖσε βοηθεῖν αὐτῷ δυναμένου καταλελοιπότος