270
ἐκτίσθη ἐν ἡμῖν ἡ τῶν ὁδῶν ἀρχή, οὐκ ἂν ὁ τῶν προσδοκωμένων αἰώνων θεμέλιος κατεβλήθη, οὐδ' ἂν ἐγένετο ἡμῖν ὁ κύριος πατὴρ τοῦ μέλλοντος αἰῶνος, εἰ μὴ κατὰ τὸν Ἠσαΐαν παιδίον ἐγεννήθη ἡμῖν καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ τά τε ἄλλα πάντα ὅσα ὁ προφήτης ὠνόμασε καὶ μετὰ πάντων πατὴρ τοῦ μέλλοντος αἰῶνος. πρότερον οὖν γέγονε τὸ κατὰ τὴν παρθενίαν μυστήριον καὶ ἡ περὶ τὸ πάθος οἰκονομία, καὶ τότε οἱ σοφοὶ τῆς πίστεως ἀρχιτέκτονες τὸν θεμέλιον τῆς πίστεως κατεβάλοντο. οὗτος δέ ἐστιν ὁ Χριστός, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, ᾧ ἐποικοδομεῖται ἡ τῶν ἀτε 3.1.56 λευτήτων αἰώνων ζωή. τούτου δὲ γενομένου, ἵνα ἑκάστῳ τῶν πεπιστευκότων τὰ θεῖα θελήματα τοῦ εὐαγγελικοῦ νόμου καὶ τὰ ποικίλα τοῦ ἁγίου πνεύματος χαρίσματα γένηται, ἅπερ πάντα τροπικῶς κατά τινα προσφυῆ σημα σίαν ὄρη καὶ βουνοὺς ὀνομάζει ἡ θεία γραφή, τὴν δικαιο σύνην μὲν ὄρη θεοῦ ὀνομάζουσα, τὰ δὲ κρίματα ἀβύσσους προσαγορεύουσα, γῆν δὲ τὴν ὑπὸ τοῦ λόγου σπειρομένην καὶ καρποφοροῦσαν τὸν πολύχουν καρπόν, ἢ ὡς ἑτέρωθι παρὰ τῷ ∆αβὶδ εἰρήνην μὲν διὰ τῶν ὀρῶν, δικαιοσύνην δὲ διὰ τῶν βουνῶν διδασκόμεθα, ἀναγκαίως ἐν τοῖς πιστοῖς ἡ σοφία γεννᾶται καὶ ἀληθὴς ὁ λόγος. ὁ γὰρ ἐν τοῖς δεξα μένοις αὐτὸν ὢν ἐν τοῖς ἀπίστοις οὔπω ἐγεννήθη. ἵνα οὖν ταῦτα καὶ παρ' ἡμῖν γένηται, χρὴ τὸν τούτων δημιουργὸν ἐν ἡμῖν γεννηθῆναι. 3.1.57 Οὕτω δὲ καὶ τὰ ἐφεξῆς τούτοις κατὰ τὸν εἱρμὸν τοῦ τον κατανοήσωμεν. ἐὰν γὰρ γεννηθῇ ἐν ἡμῖν ἡ σοφία, τότε παρὰ τοῦ θεοῦ κατασκευάζεται ἐν ἑκάστῳ ἥ τε χώρα καὶ ἡ ἀοίκητος, χώρα μὲν ἡ δεχομένη τοῦ λόγου τὴν σπορὰν καὶ τὴν ἄροσιν, ἀοίκητος δὲ ἡ τῶν πονηρῶν οἰκη τόρων χωριζομένη καρδία, καὶ οὕτως ἔσται ἡμῶν ἡ οἴκησις 3.1.58 ἐπὶ τῶν ἄκρων τῆς γῆς. ἐπειδὴ γὰρ τῆς γῆς τὸ μέν τι βάθος ἐστὶν τὸ δὲ ἐπιπόλαιον, ὅταν τις μὴ ὑπόγειος γένηται μηδὲ σπηλαιώδης ἐν τῷ τὰ κάτω φρονεῖν (οἷός ἐστιν τῶν ἐν ἁμαρτίαις ζώντων ὁ βίος τῶν ἐμπεπηγότων τῇ ἀνυπο στάτῳ τοῦ βυθοῦ ἰλύϊ, οἷς ἀληθῶς φρέαρ ἐστὶν ἡ ζωὴ κατὰ τὴν ψαλμῳδίαν τὴν λέγουσαν Μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ), ἐὰν οὖν τις ἐγγεννηθείσης αὐτῷ τῆς σο φίας τὰ ἄνω φρονῇ, τοσοῦτον τῆς γῆς ἐφαπτόμενος ὅσον ἐπάναγκες, οὗτος τὰ ἄκρα τῆς ὑπ' οὐρανὸν οἰκεῖ, οὐκ ἐμβαθύνων τῷ γηΐνῳ φρονήματι, τούτῳ τὸν οὐρανὸν ἑαυτῷ 3.1.59 ἀντὶ τῆς γῆς ἑτοιμάζοντι ἡ σοφία πάρεστι. καὶ ὅταν τὴν τῶν ἄνωθεν νεφῶν διδασκαλίαν ἰσχυρὰν ἑαυτῷ ποιῇ, εἰς ἔργον ἄγων τὰ παραγγέλματα, τήν τε μεγάλην καὶ εὐρύ χωρον τῆς κακίας θάλασσαν τῇ ἀκριβεῖ πολιτείᾳ καθάπερ ἠϊόνι τινὶ διαλαβὼν κωλύῃ τὸ ἐμπαθὲς ὕδωρ προϊέναι τοῦ στόματος, κἂν ἐν πηγαῖς κατάσχῃ, τῷ τῆς διδασκαλίας χαρίσματι μετ' ἀσφαλείας προχέων τοῦ λόγου τὸ νᾶμα, ὡς μή τινι παρασχεῖν τὸ ποτὸν ἀντὶ καθαροῦ ὕδατος ἀνα τροπὴν θολεράν, κἂν ὑπεραρθεὶς πάσης γηΐνης βάσεως διαέριος τῷ βίῳ γένηται, ἐπὶ τῆς πνευματικῆς βεβηκὼς πολιτείας, ἣν ἀνέμους ὁ λόγος ὠνόμασεν, ἕστε εἰς θρόνον τοῦ ἐν αὐτῷ καθιδρυμένου ἀφορισθῆναι (οἷος ἦν ὁ Παῦλος ἀφωρισμένος εἰς εὐαγγέλιον, πρὸς τὸ γενέσθαι σκεῦος ἐκλογῆς, πρὸς τὸ βαστάσαι τὸ ὄνομα τοῦ θεοῦ, ὃς ἄλλῳ λόγῳ θρόνος ἐγένετο ὁ τὸν ἐφ' ἑαυτοῦ καθιδρυμένον βαστάζων), 3.1.60 ὅταν ταῦτα καὶ τὰ τοιαῦτα κατορθωθῇ, ὥστε εὐφραίνεσθαι ἤδη τὸν ἐν ἑαυτῷ τὴν οἰκουμένην τοῦ θεοῦ συντελέσαντα, εὐφραινόμενον ὅτι οὐχὶ θηρίων τινῶν καὶ ἀλόγων, ἀλλ' ἀνθρώπων πατὴρ ἐγένετο (οὗτοι δ' ἂν εἶεν οἱ θεοειδεῖς λογισμοὶ οἱ κατὰ τὴν θείαν εἰκόνα μορφούμενοι διὰ τῆς εἰς τὸν κτισθέντα ἐν ἡμῖν καὶ γεννηθέντα καὶ θεμελιω θέντα πίστεως, ἡ δὲ πίστις κατὰ τὴν Παύλου φωνὴν ὁ θεμέλιος νοεῖται, δι' ἧς γεννᾶται <ἐν> τοῖς πιστοῖς ἡ σοφία καὶ πάντα τὰ εἰρημένα ἐργάζεται), τότε μακάριος ὡς ἀληθῶς ὁ τοῦ κατωρθωκότος γίνεται βίος, ᾧ ἁρμόζει καὶ ἐπευφραίνεται ἐν παντὶ καιρῷ ἡ σοφία, τῷ καθ' ἡμέραν 3.1.61 αὐτῇ μόνῃ προσχαιρομένῳ. εὐφραίνεται γὰρ ὁ κύριος ἐπὶ τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐν οὐρανῷ χαρὰ γίνεται ἐπὶ τοῖς σῳζομένοις, καὶ ὁ χρηστὸς πατὴρ ἐπὶ τῷ ἀνασωθέντι υἱῷ ἑορτάζει. τούτων δὲ παρ' ἡμῶν ἐν ἐπιδρομῇ