271
αὐτόν, ὡς ἂν εἰς πάντας ἀνακηρυχθείη τὸ λαμπρὸν καὶ ἐξαίρετον τῆς ἰδίας αὐτοῦ προαιρέσεως τῆς τε κατὰ πάντων νίκης. 10.8.71 Καὶ ἐπειδήπερ ὁ μόνος αὐτῷ βοηθεῖν δυνάμενος οὐκ ἦν αὐτῷ τότε βοηθός, εἰκότως ἀρχόμενος ἔλεγεν τὸ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί, τοῦτ' ἔστιν θεέ μου θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» συλλαμβανομένῳ μὲν οὖν καὶ κυοφορουμένῳ ὑπὸ τῆς ἁγίας παρθένου τῷ δηλουμένῳ ἡ πατρικὴ δύναμις συνῆν, ὅτε «πνεῦμα ἅγιον» ἐπῆλθεν τῇ παρθένῳ, «καὶ δύναμις ὑψίστου» ἐπεσκίασεν αὐτῇ, αὐτός τε ὁ πατὴρ τὸν γεννώμενον, ὡς ὁ λόγος παρέστησεν, ἀπὸ τῆς γαστρὸς ἐξέσπασεν· ἀποδυομένου δὲ παρὰ τὸν καιρὸν τοῦ πάθους πρὸς τὴν κατὰ τοῦ θανάτου πάλην οὐκέτι βοηθὸς αὐτῷ παρῆν. 10.8.72 τοῦτο γοῦν αὐτῷ μαρτυροῦντι πιστεύω· τὸ γὰρ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί» εἰρημένον αὐτῷ ἐπὶ τοῦ σταυροῦ καὶ ὑπὸ τοῦ ψαλμοῦ προφητικῶς ἀναπεφωνημένον, καὶ «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν», τί ἕτερον ἐδήλου ἢ ὅτι ὡς μέγας ἀθλητὴς τοῖς τοσούτοις ἀντιπάλοις προβεβλημένος ἦν, ἀγωνοθετοῦντος καὶ βραβεύοντος τοῖς γινομένοις τοῦ ἐπὶ πᾶσι θεοῦ; ἔφορον δ' οὖν τῶν πραττομένων παρεκάλει τὸν πατέρα καὶ πάρεδρον, ὡς ἂν δεξιὸν ἀλείπτην, αὐτῷ συμπαρεῖναι, ταύτῃ μάλιστα ὅτε μηδ' ὑπῆρχεν αὐτῷ βοηθὸς ἕτερος ἢ μόνος εἷς ὁ βραβευτὴς τῶν γινομένων. 10.8.73 διό φησιν εὐχόμενος· «μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν». ὁρῶν δὲ ἐνθέοις ὄμμασιν, ἔτι ἐπὶ τοῦ ἰκρίου προσηρτημένου αὐτῷ τοῦ σώματος, τὰς ἔξωθεν ἀμφὶ τὸν ἀέρα τοῦτον ἀσάρκους καὶ ἀνθρώποις ἀοράτους δυνάμεις δίκην οἰωνῶν ὠμοβόρων τρόπον τε θηρίων περὶ αὐτὸν ἰλυσπωμένας, καὶ πρὸς τὸ μέλλον ὅσον οὔπω νεκρὸν ἔσεσθαι αὐτοῦ τὸ σῶμα πανταχόθεν τε συρρεούσας τὰς ἀρχὰς καὶ ἐξουσίας «τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», καὶ ἔτι τοὺς ἀμφὶ τὴν γῆν διιπταμένους καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης δαίμονας, εἰκὸς δ' ὅτι καὶ τοὺς ὑποχθονίους ἤδη καὶ τοὺς ἐν αὐτῷ ταρτάρῳ θῆρας ἀγρίους καὶ φοβερούς, περὶ ὧν Ἡσαΐας πρὸς τὸν ἐκπεπτωκότα τοῦ οὐρανοῦ ἑωσφόρον ἀποτεινόμενος ἔλεγεν «ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οἱ γίγαντες», ταῦτα δὴ οὖν ἅπαντα συνορῶν ἔξωθεν τὸ ἀνεσκολοπισμένον σῶμα κυκλοῦντα καὶ παρασκευαζόμενα κατ' αὐτοῦ, τὸ σύστημα αὐτῶν διαγράφει φάσκων· «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος». 10.8.74 ψυχὴν γάρ, ὡς εἰκός, ἀνθρωπείαν καὶ τῇ τῶν πολλῶν παραπλησίαν πλέον δὲ οὐδὲν ἡγούμενοι εἶναι τὴν τὸ σῶμα Ἰησοῦ κατασκηνοῦσαν, ἤνοιξαν τὸ στόμα οἱ προειρημένοι, ὡς ὁμοίως ταῖς ἄλλαις τῶν ἀνθρώπων ψυχαῖς καὶ αὐτὴν καταπιούμενοι, διό φησιν· «ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος». 10.8.75 Οἷς ἑξῆς ἐπιλέγει· «ὡσεὶ ὕδωρ ἐξεχύθην». ὅπερ αἰσθητῶς μὲν καὶ κατὰ τὴν ἱστορίαν εἴποι ἄν τις πεπληρῶσθαι, ὅτε «εἷς τῶν στρατιωτῶν», κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην, τοῦ ἀμνοῦ τοῦ θεοῦ «λόγχῃ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς ὕδωρ καὶ αἷμα». 10.8.76 πλὴν ἀλλὰ καὶ τὴν ὅλην τῆς πνευματικῆς φύσεως νέκρωσιν δηλοῦν ἔοικεν δι' ὧν φησιν· «ὡσεὶ ὕδωρ ἐξεχύθην καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου». 10.8.77 τί γὰρ ἂν ἄλλο ταῦτα πάντα σημαίνοι ἢ νεκροῦ σώματος σύστασιν; ἐπιφέρει γοῦν εὐθὺς λέγων· «καὶ εἰς χοῦν θανάτου κατήγαγές με». ταῦτα μὲν οὔπω γενό μενα προβλέπων, ὡς ἐγγὺς δὲ καὶ πλησίον ἤδη ἑστῶτα καὶ περικυκλοῦντα αὐτὸν ἔλεγεν. 10.8.78 αὖθις δὲ ἐπαναλαβὼν τὰ ἤδη προπεπραγμένα εἰς τὴν τῶν μελλόντων συμβήσεσθαι παραμυθίαν, οἷα ὑπέμενεν ἐπιβουλευθεὶς διδάσκει λέγων· «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», διὰ τούτων, ὡς εἰκός, δηλῶν ὁμοῦ μὲν