271
ῥηθέντων ὁ φιλόπονος ἀναγνοὺς τῆς θείας γραφῆς τὰ ἐδάφη προσ αρμοσάτω τοῖς θεωρήμασι τὰ αἰνίγματα, δοκιμάσας εἰ μὴ παρὰ πολὺ κρεῖττόν ἐστι πρὸς τοῦτο βλέπειν οἴεσθαι τὴν τῶν αἰνιγμάτων διάνοιαν, καὶ μὴ κατὰ τὸ προχείρως ὑπο 3.1.62 νοούμενον. οὐ γὰρ ἔστι δυνατὸν τὴν τοῦ Ἰωάννου θεολο γίαν ἀληθῆ νομισθῆναι τὴν πάντα τὰ κτισθέντα ἔργον εἶναι τοῦ λόγου ὑμνήσασαν, εἴπερ ἐνταῦθα ὁ τὴν σοφίαν κτίσας μετ' αὐτῆς καὶ τὰ ἄλλα πάντα πεποιηκέναι πιστεύοιτο. οὐκέτι γὰρ δι' ἐκείνης ἔσται τὰ πάντα, ἀλλὰ μετὰ πάντων ἐκείνη τῶν γεγονότων ἀριθμηθήσεται. 3.1.63 Ὅτι δὲ πρὸς τοῦτο βλέπουσιν αἱ αἰνιγματώδεις φωναί, διὰ τοῦ ἐφεξῆς λόγου σαφῶς ἐκκαλύπτεται ὅς φησι Νῦν οὖν υἱὲ ἄκουσόν μου, καὶ Μακάριος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει, ὁδοὺς δηλαδὴ λέγων τὰς πρὸς τὴν ἀρετὴν ἐφόδους, ὧν 3.1.64 ἀρχὴ γίνεται τῆς σοφίας ἡ κτίσις. τίς τοίνυν πρὸς τὴν θείαν βλέπων γραφὴν οὐκ ἀσεβεῖς τε ὁμοῦ καὶ συκοφάντας εἶναι τοὺς ἐχθροὺς τῆς ἀληθείας συνθήσεται; ἀσεβεῖς μέν, ὅτι τὴν ἄρρητον τοῦ μονογενοῦς θεοῦ δόξαν, ὅσον ἐπ' αὐτοῖς, καθελόντες τῇ κτίσει συνάπτουσιν, ἓν τῶν παρ' αὐτοῦ γεγονότων ἀποδεικνύειν φιλονεικοῦντες τὸν κύριον, οὗ μονογενές ἐστι κατὰ πάντων τὸ κράτος· συκοφάντας δέ, ὅτι μηδεμίαν αὐτοῖς τῆς γραφῆς πρὸς τὰς τοιαύτας ὑπο λήψεις ἀφορμὴν παρασχομένης, ὡς ἐκεῖθεν ἐπαγόμενοι τὴν 3.1.65 μαρτυρίαν κατὰ τῆς εὐσεβείας ὁπλίζονται. ἐπεὶ οὖν παρ' οὐδενὸς ἔχουσι τῶν ἁγίων ἐπιδεῖξαί τινα φωνὴν ἥτις τὴν προαιώνιον τοῦ μονογενοῦς θεοῦ δόξαν μετὰ τῆς ὑποχειρίου κτίσεως ὁρᾶν συμβουλεύει, καλῶς ἂν ἔχοι τούτων ἡμῖν ἀπο δειχθέντων ἤδη προσμαρτυρηθῆναι τῷ τῆς εὐσεβείας λόγῳ κατὰ τοῦ ψεύδους τὰ νικητήρια, καὶ πάσας αὐτῶν τὰς ὀνοματικὰς ταύτας τεχνολογίας παρωσαμένους, δι' ὧν συναρ μόζουσι 20τὸ κτίσμα τῷ κτίσαντι καὶ τὸ ποίημα τῷ ποιήσαντι20, ὁμολογεῖν, καθὼς διδάσκει τὸ ἐξ οὐρανῶν εὐαγγέλιον, υἱὸν ἀγαπητόν, οὐ νόθον οὐδὲ ὑπόβλητον, τῇ δὲ τοῦ υἱοῦ φωνῇ πᾶσαν τὴν φυσικὴν οἰκειότητα συμπαρα δεξαμένους θεὸν ἀληθινὸν τὸν ἐκ τοῦ ἀληθινοῦ θεοῦ λέγειν καὶ τὰ πάντα ὡσαύτως ἐπ' αὐτοῦ πιστεύειν, ὅσα ἐν τῷ πατρὶ καθορᾶται, διότι ἕν εἰσι καὶ ἐν τῷ ἑτέρῳ νοεῖται τὸ ἕτερον, οὐχ ὑπερπῖπτον, οὐκ ἐλαττούμενον, οὐ κατά τινα θεοπρεπῆ τε καὶ ἀγαθὸν χαρακτῆρα παρηλ λαγμένον ἢ ἀλλοιούμενον. 3.1.66 Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖν αὐτὸν υἱὸν ὀνομάζεσθαι, πάλιν δὲ διὰ τὸ κτισθῆναι μηκέτι υἱόν, ἀλλὰ ποίημα λέγεσθαι, προσήκειν οἶμαι τὸν νουνεχῶς καὶ ἐπιστατικῶς ἐπαΐοντα, ἐπειδὴ οὐκ ἐνδέχεται δύο μαχο μένων ἀλλήλοις λόγων κατὰ τὸ ἴσον ἐν ἑκατέρῳ τὸ ἀληθὲς εὑρεθῆναι, ἀποβάλλειν ἐξ ἀμφοτέρων τὸ ἀσεβές τε καὶ βλάσφημον, τὸ κατὰ τὸ 20κτίσμα20 λέγω καὶ 20ποίημα20, θέσθαι δὲ μόνῳ τῷ πρὸς εὐσέβειαν βλέποντι, τῷ κατὰ φύσιν ὁμολογοῦντι προσεῖναι τῷ μονογενεῖ θεῷ τὴν τοῦ υἱοῦ προσηγορίαν, ὡς ἂν καὶ διὰ τῆς τῶν ἐχθρῶν φωνῆς 3.1.67 ὁ τῆς εὐσεβείας λόγος ἔχοι τὴν σύστασιν. λέγω δὲ πάλιν ἀναλαβὼν ὃν ἐξ ἀρχῆς αὐτοῦ παρεθέμην λόγον. 20γεννητὸν ὄντα20, φησί, 20τὸν υἱὸν καὶ γέννημα λέ γειν οὐ παραιτούμεθα, τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοι αύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν20. τέως μὲν οὖν ὁ κριτικῶς τῶν λεγομένων ἀκούων τούτου μεμνήσθω, ὅτι τὴν 20γεννηθεῖσαν οὐσίαν20 ἐπὶ τοῦ μονο γενοῦς εἰπὼν ἔδωκεν ἐκ τοῦ ἀκολούθου καὶ ἐπὶ τοῦ πα τρὸς τὴν μὴ γεννηθεῖσαν λέγειν, ὡς μηκέτι μήτε τὴν ἀγεννησίαν μήτε τὴν γέννησιν ἀντ' οὐσίας παραλαμβάνεσθαι, ἀλλ' ἰδίᾳ μὲν τὴν οὐσίαν παραλαμβάνεσθαι, ἰδίᾳ δὲ τὸ γεννηθῆναι αὐτὴν ἢ μὴ γεννηθῆναι διὰ τῶν ἐπιθεωρου 3.1.68 μένων αὐτῇ ἰδιωμάτων κατανοεῖσθαι. φιλοπονώτερον δὲ τὸν περὶ τούτου λόγον κατανοήσωμεν. οὐσίαν γεγεννῆσθαι λέγει, υἱὸν δὲ εἶναι τῆς γεννηθείσης οὐσίας τὸ ὄνομα. ἀλλ' ἐν τούτοις ὁ παρ' ἡμῶν λόγος διὰ δύο τὸν ἐναντίον ἐλέγξει λόγον, ἑνὸς μὲν τῆς κακουργίας τὴν ἐπιχείρησιν, ἑτέρου δὲ τῆς καθ' ἡμῶν