272
καὶ τοὺς στρατιώτας, ὁμοῦ δὲ καὶ τοὺς ἐκ περιτομῆς ἐπαναστάντας αὐτῷ. «οἱ» μὲν γὰρ «στρατιῶται» τοῦ Πιλάτου «παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ὅλην τὴν σπεῖραν ἐπ' αὐτόν, καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 10.8.79 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι», μονονουχὶ ἔργῳ πληροῦντες τὸ «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», ἀλλὰ καὶ τὸ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου», καὶ ἔτι τὸ «αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με», καὶ τὸ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον» αὖθις ἐπληροῦτο, ὅτε ἥλοις αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας τῷ σταυρῷ κατέπειραν, καὶ ὁπηνίκα τὰ ἱμάτια αὐτοῦ λαβόντες διεμερίσαντο ἑαυτοῖς· 10.8.80 ὁ γοῦν Ἰωάννης ἱστορεῖ λέγων· «οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος». «τὸν χιτῶνα» δέ, ὅτι «ἄραφος» ἦν, «ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι' ὅλου, εἶπον πρὸς ἀλλήλους· μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται, ἵνα πληρωθῇ ἡ γραφὴ ἡ λέγουσα, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον». οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίουν. 10.8.81 καὶ ὁ Ματθαῖος δὲ τοῖς γεγενημένοις τοῦτον τὸν τρόπον μαρτυρεῖ λέγων· «σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτόν». 10.8.82 Κύνες δὲ ἦσαν κυκλοῦντες αὐτὸν καὶ «συναγωγὴ πονηρευομένων», οἱ ἐκ περιτομῆς ἄρχοντες τῶν Ἰουδαίων, οἵ τε γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ οἱ Φαρισαῖοι, οἱ καὶ τὸ πᾶν ἀνασείσαντες πλῆθος ἐξαιτήσασθαι τὸ αἷμα αὐτοῦ καθ' ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων τέκνων. 10.8.83 σαφῶς γοῦν ὁ Ἡσαΐας κύνας αὐτοὺς ἀποκαλεῖ φάσκων· πάντες «κύνες ἐνεοί», οὐ δυνάμενοι «ὑλακτεῖν». δέον γὰρ αὐτούς, εἰ καὶ μὴ ποιμένων τρόπον ἀνειλήφεσαν, ἀλλὰ δίκην γοῦν ἀγαθῶν κυνῶν τὴν τοῦ δεσπότου λογικὴν ποίμνην καὶ «τὰ πρόβατα τοῦ οἴκου Ἰσραὴλ» φυλάττοντας ἐπιστημονικῶς «ὑλακτεῖν», σαίνοντας μὲν καὶ ἐπιγινώσκοντας τὸν ἑαυτῶν δεσπότην καὶ ἀρχιποίμενα πάσῃ τε φυλακῇ τὴν πεπιστευμένην αὐτοῖς ποίμνην φρουροῦντας, ὑλακτεῖν δέ, εἰ ἄρα ..., κατὰ τῶν ἔξωθεν ἐπιβουλευόντων τῇ ποίμνῃ· οἱ δὲ κυνῶν τρόπον ἐνεῶν ὡς ἀληθῶς καὶ μεμηνότων τοὺς ὑλαγμοὺς ἔφερον, τὰ πρόβατα τοῦ ποιμένος ἐξαγριοῦντες, ὥστε εἰκότως αὐτοῖς ἁρμόζειν τὸ «περιεκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με». 10.8.84 καὶ πάντες δὲ οἱ εἰς δεῦρο τὸν ὅμοιον τρόπον ἐκείνοις διαπραττόμενοι ἐν τῷ βλασφημεῖν καὶ ὑλακτεῖν τὸν Χριστὸν τοῦ θεοῦ οὐκ ἂν ἀλλότριοι ἐκείνων λογισθεῖεν. ἀλλὰ καὶ οἱ δίκην τῶν τότε ἀσεβούντων στρατιωτῶν «ἀνασταυροῦντες τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντες» οὐκ ἂν τῆς ἐκείνων μακρὰν γένοιντο διαθέσεως. 10.8.85 πάντες οὖν εἰσέτι καὶ νῦν οἱ τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτ' ἔστιν τὴν ἐκκλησίαν, λωβώμενοι, χεῖρας αὐτοῦ καὶ πόδας καὶ προσέτι τὰ ὀστέα διαχειρίζονται, εἴ γε πάντες «ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ' εἷς ἀλλήλων μέλη», καὶ οὐκ ἂν εἴποι «ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω», ὡς οὐδὲ ταῖς χερσὶν οἱ ὀφθαλμοί. 10.8.86 κατὰ γοῦν τοὺς καιροὺς τῶν διωγμῶν εἴ ποτέ τινα κατὰ τῶν μελῶν τοῦ Χριστοῦ πρὸς τῶν ἐχθρῶν καὶ πολεμίων ἐνεργοῖτο, εἴποι ἂν καὶ περὶ αὐτῶν οὐκ ἀκαίρως τὸ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ