272
ἐπιχειρήσεως τὴν ἀτονίαν. κακουργεῖ μὲν γὰρ γέννησιν οὐσίας λέγων, ἵνα κατασκευάσῃ τὴν πρὸς ἀλλήλας τῶν οὐσιῶν ἐναντίωσιν, τῷ γεννητῷ τε καὶ ἀγεν νήτῳ πρὸς ἑτερότητα φύσεως διεσχισμένας. ἐλέγχεται δὲ τὸ τῆς ἐπιχειρήσεως ἄτονον δι' αὐτῶν ὧν ἡ κακουργία 3.1.69 κατασκευάζεται. ὁ γὰρ γεγεννῆσθαι τὴν οὐσίαν εἰπὼν ἕτε ρόν τι τὴν γέννησιν εἶναι παρὰ τὴν οὐσίαν σαφῶς διορί ζεται, ὡς μὴ ἂν τὸ σημαινόμενον τῆς γεννήσεως τῷ τῆς οὐσίας ἐφαρμοσθῆναι λόγῳ. οὐ γὰρ ὅπερ ἐν πολλοῖς κατε σκεύασε, τοῦτο καὶ ἐν τῷ μέρει τούτῳ πεποίηκεν, ὥστε αὐτὴν εἰπεῖν οὐσίαν εἶναι τὴν γέννησιν, ἀλλὰ γεννηθῆναι ὁμολογεῖ τὴν οὐσίαν, ὡς διακεκριμένην ἐφ' ἑκατέρας φωνῆς τοῖς ἀκούουσιν ἐγγενέσθαι τὴν ἔννοιαν, ἄλλο γάρ τι νόημα γίνεται τῷ ὅτι ἐγεννήθη ἀκούσαντι καὶ ἄλλο διὰ τοῦ τῆς οὐσίας ὀνόματος. σαφέστερος δὲ γένοιτ' ἂν ἡμῖν διὰ τῶν 3.1.70 ὑποδειγμάτων ὁ λόγος. εἶπεν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος ὅτι προσεγγιζούσης τῆς ὠδῖνος ἐν λύπῃ γίνεται ἡ γυνή, μετὰ ταῦτα δὲ χαρᾷ χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. ὡς τοίνυν ἐν τῷ μέρει τούτῳ δύο νοήματα διακεκριμένα παρὰ τοῦ εὐαγγελίου μανθάνομεν, ἓν μὲν τὸν τόκον ὃν διὰ τῆς γεννήσεως ἐνοήσαμεν, ἕτερον δὲ αὐτὸ τὸ ἐκ τοῦ τόκου γινόμενον (οὐ γὰρ ὁ τόκος ἐστὶν ὁ ἄνθρωπος, ἀλλὰ διὰ τοῦ τόκου ὁ ἄνθρωπος), οὕτω καὶ ἐνταῦθα τοῦ Εὐνομίου γεννηθῆναι τὴν οὐσίαν ὁμολογήσαντος τῷ μὲν προ άγοντι ῥήματι τὸ ἔκ τινος ἐδιδάχθημεν, τῷ δὲ ἐφεξῆς αὐτὸ τὸ ὑποκείμενον ἐνοήσαμεν, ᾧ ἐκ τοῦ τινός ἐστιν ἡ ὑπό 3.1.71 στασις. εἰ οὖν ἄλλο μέν ἐστιν τῆς οὐσίας τὸ σημαινόμενον, ἕτερον δὲ ἡ τῆς γεννήσεως φωνὴ νοεῖν ὑποτίθεται, δια πέπτωκεν ἀθρόως αὐτοῖς τὰ σοφὰ μηχανήματα, ὥσπερ ὀστράκινα σκεύη ἀλλήλοις προσαραχθέντα καὶ δι' ἀλλήλων διατρυφθέντα. οὐκέτι γὰρ αὐτοῖς ἐξέσται τὴν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστολὴν ἐπὶ τῆς τοῦ υἱοῦ καὶ τοῦ πατρὸς οὐσίας μεταφέρουσι συμμεταφέρειν ἐπὶ τὰ πράγματα τὴν 3.1.72 πρὸς ἄλληλα τῶν ὀνομάτων μάχην. ὁμολογηθέντος γὰρ παρὰ τοῦ Εὐνομίου ὅτι ἐγεννήθη ἡ οὐσία, καθὼς καὶ τὸ εὐαγγελικὸν ὑπόδειγμα τὴν τοιαύτην ἑρμηνεύει διάνοιαν, ἐν ᾧ τὸν ἄνθρωπον γεννηθῆναι μαθόντες οὐ ταὐτὸν ἐνοή σαμεν τῇ γεννήσει τὸν ἄνθρωπον, ἀλλ' ἴδιον ἐφ' ἑκατέρου τῶν ὀνομάτων ἐδεξάμεθα νόημα, οὐκέτι χώραν ἕξει πάντως ἡ αἵρεσις τὴν ἑτερότητα τῶν οὐσιῶν διὰ τῶν τοιούτων φωνῶν δογματίζουσα. 3.1.73 Ὡς δ' ἂν μάλιστα σαφέστερον ἡμῖν ὁ περὶ τούτων λόγος ἐκκαλυφθείη, οὑτωσὶ τὸ προκείμενον πάλιν διαληψό μεθα. ἐποίησε τὴν ἀνθρωπίνην φύσιν κατ' ἀρχὰς μετὰ πάντων ὁ τὸ πᾶν συστησάμενος, καὶ μετὰ τὸ γενέσθαι τὸν Ἀδὰμ τότε τὴν ἐξ ἀλλήλων γέννησιν τοῖς ἀνθρώποις ἐνο μοθέτησεν εἰπὼν Αὐξάνεσθε καὶ πληθύνεσθε. τοῦ τοίνυν Ἄβελ γεννητῶς ὑποστάντος, τίς οὐκ ἂν εἴποι τῶν εὖ φρο νούντων κατ' αὐτὸ τὸ τῆς ἀνθρωπίνης γεννήσεως σημαι 3.1.74 νόμενον ἀγεννήτως τὸν Ἀδὰμ ὑποστῆναι; ἀλλὰ μὴν ὁ πρῶτος ἄνθρωπος ὅλον ἔσχεν ἐν ἑαυτῷ τῆς ἀνθρωπίνης οὐσίας τὸν ὅρον, καὶ ὁ ἐξ ἐκείνου γεννηθεὶς ὡσαύτως ἐν τῷ αὐτῷ τῆς οὐσίας ὑπογράφεται λόγῳ. εἰ δὲ ἄλλη τις ἡ γεννηθεῖσα οὐσία παρὰ τὴν μὴ γεννηθεῖσαν κατεσκευάζετο, οὐκ ἂν ἐπ' ἀμφοτέρων ὁ αὐτὸς τῆς οὐσίας ἥρμοσε λόγος. ὧν γὰρ ἡ οὐσία διάφορος, τούτων οὐδὲ ὁ λόγος ἐστὶν ὁ αὐτὸς τῆς οὐσίας. ἐπεὶ οὖν τοῖς αὐτοῖς χαρακτηρίζεται ἰδιώμασιν ἥ τε τοῦ Ἀδὰμ καὶ ἡ τοῦ Ἄβελ οὐσία, πᾶσα ἀνάγκη μίαν μὲν οὐσίαν ἐπ' ἀμφοτέροις εἶναι συντίθεσθαι, ἄλλον δὲ καὶ ἄλλον τὸν ἐν τῇ αὐτῇ φύσει δεικνύμενον. 3.1.75 ὁ γὰρ Ἀδὰμ καὶ ὁ Ἄβελ ἐν μὲν τῷ λόγῳ τῆς φύσεως εἷς οἱ δύο εἰσίν, ἐν δὲ τοῖς ἐπιθεωρουμένοις ἑκατέρῳ αὐτῶν ἰδιώμασιν ἀσύγχυτον ἔχουσι τὴν ἀπ' ἀλλήλων διάκρισιν. οὐκοῦν οὐκ ἔστι κυρίως εἰπεῖν ὅτι ὁ Ἀδὰμ οὐσίαν παρ' αὐτὸν ἄλλην ἐγέννησεν, ἀλλὰ μᾶλλον ὅτι ἐξ ἑαυτοῦ ἐγέν νησεν ἄλλον ἑαυτόν, ᾧ πᾶς ὁ τῆς τοῦ γεννήσαντος οὐσίας 3.1.76 συναπετέχθη λόγος. ὅπερ οὖν ἐπὶ τῆς ἀνθρωπίνης μεμα θήκαμεν φύσεως διὰ τῆς κατὰ τὸ ἀκόλουθον ὑπὸ τοῦ λόγου προδειχθείσης ἡμῖν ὁδηγίας, τοῦτο οἶμαι δεῖν καὶ ἐπὶ τὴν ἀκήρατον τῶν