273
κατενόησαν καὶ ἐπεῖδόν με». 10.8.87 τότε δὲ καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ βάλλουσι κλῆρον, ὅτε τὸν τοῦ λόγου κόσμον, ἤτοι τὰς λέξεις τῶν θείων γραφῶν, ἄλλοτε ἄλλως ἕκαστος διαφθείρων ἐπισπᾶται, καὶ ὅτε τὰς περὶ αὐτοῦ δόξας διαστρόφοις διδασκαλίαις ἀπολαμβάνουσιν, ὁποῖα σύνηθες τοῖς ἀθέοις αἱρεσιώταις ποιεῖν. Ἐπὶ πᾶσι τούτοις πρὸς τὸν ἑαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα τὴν εὐχὴν ἀποτείνας ἐπιφέρει λέγων· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου». 10.8.88 ὡς γὰρ εἰς βραχὺ καταλειφθεὶς πρὸς τὴν τοῦ ἀγῶνος ἐπίδειξιν, καὶ μόνος δίχα βοηθοῦ πρὸς τὸν θάνατον ἀποδυσάμενος, εὖ εἰδὼς τὴν βοήθειαν τὴν παρὰ τοῦ πατρὸς οὐκ ἄλλως αὐτῷ γενήσεσθαι ἢ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, εἰκότως ἐπὶ τοῦ παρόντος εὔχεται διεξόδου τυχεῖν τῆς τῶν ἀντιπάλων παρατάξεως. διό φησιν· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες». 10.8.89 διὰ γὰρ τῆς σῆς βοηθείας ἡ «ἀντίληψίς» μοι γενήσεται, δι' ἣν ἀντίληψιν ὁ πᾶς εἰκότως προγέγραπται ψαλμὸς «ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς». «εἰς τὴν ἀντίληψιν» τοιγαροῦν «πρόσχες», παρέχων μοι τὴν ὅσον οὔπω κατὰ τὴν ἕω τῆς ἐκ νεκρῶν ἀναστάσεως ἀντίληψιν, ἧς ἐλπίζω τεύξεσθαι, ἐπάν, μὴ μακρύνας μου αὐτήν, «ῥύσῃ ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου», ἐπάν «σώσῃς με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου». 10.8.90 δι' ὧν ἡγοῦμαι αὐτὸν τὰς καταχθονίους αἰνίττεσθαι δυνάμεις ὧν οὐ καθ' ἡμᾶς ἂν εἴη τὸ εἶδος διαστείλασθαι καὶ διελεῖν, ὅπως ἡ μέν τις αὐτῶν «ῥομφαία» οὖσα ἀνετείνετο κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος ἡμῶν, ἡ δέ τις «κύων» οὖσα θανάτῳ τὴν θανατηφόρον χεῖρα προυβάλλετο εἰς τὸ καθάψασθαι αὐτῆς 10.8.91 διό φησιν· «ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου», ἄλλη δέ τις πονηρὰ καὶ τῶν ἐκεῖσε θηρίων ἡγουμένη δύναμις, «λέων» προσαγορευομένη, τὸ πλατὺ καὶ ἀχανὲς τοῦ θανάτου στόμα διανοίξασα, μετὰ τῶν ἄλλων τῶν εἰς ᾅδου κατιόντων καὶ τὴν αὐτοῦ ψυχὴν καταπιεῖν ὥρμητο, ὥσπερ οὖν πάλαι πρότερον «κατέπιεν ὁ θάνατος ἰσχύσας», οὐχ ἕτερος ὢν τοῦ ἐνταῦθα λέοντος τοῦ τὸ στόμα κατὰ τοῦ σωτῆρος ἡμῶν ἀνεῴξαντος, ἀφ' οὗ καὶ αὐτοῦ σωθῆναι τὸν πατέρα παρακαλεῖ λέγων· «σῶσόν με ἐκ στόματος λέοντος». 10.8.92 εἶεν δ' ἂν καὶ ἄλλαι τινὲς πονηραὶ καὶ θεομάχοι δυνάμεις τῷ μονοκέρωτι τοῦ θεοῦ ἀντιπράττουσαι καὶ ἀντιπαρεξάγειν αὐτὸν ἐπιχειροῦσαι, ἀφ' ὧν καὶ αὐτῶν ὁ τοῦ θεοῦ μονόκερως, αὐτὸς ὁ κύριος ἡμῶν, μόνον τὸν πατέρα κέρας ἔχων, τὴν ἑαυτοῦ ταπείνωσιν ῥυσθῆναι ἀξιοῖ, λέγων· «καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου». ποίαν δὲ ταπείνωσιν ἢ ταύτην αὐτήν, καθ' ἣν «ἐν μορφῇ θεοῦ ὑπάρχων» ἐταπείνωσεν ἑαυτὸν καὶ «ἐκένωσεν», «γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ»; ἀλλὰ γὰρ ἐπὶ τοσοῦτον κατελθὼν καὶ μέχρι τούτου φθάσας, λέγω δὴ μέχρι τῆς ἐν τῷ ᾅδῃ «ῥομφαίας», καὶ τῆς «χειρὸς» τοῦ αὐτόθι λεγομένου «κυνός» ὅθεν καὶ παῖδας Ἑλλήνων εἰκὸς τοιοῦτόν τινα, παρακούσαντας, κύνα θανάτου καὶ τοῦτον τρικέφαλον ἀναζωγραφεῖν καὶ μέχρι δὲ τῶν φαρύγγων τοῦ προδεδηλωμένου «λέοντος» ἐλθών, καὶ «τὴν ταπείνωσιν» αὐτοῦ τοῖς ἀντιπάλοις καὶ θεομάχοις μονοκέρωσιν ὑποστρώσας, καὶ ἐπὶ τοῦτό γε τέλος τὴν πᾶσαν οἰκονομίαν τῆς ἑαυτοῦ κενώσεώς τε καὶ ταπεινώσεως στήσας, κἄπειτα εὐξάμενος ἤδη λοιπὸν τυχεῖν τῆς βοηθείας καὶ τῆς παρὰ τοῦ πατρὸς ἀντιλήψεως, ἐπιλέγει· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες». 10.8.94 καὶ τοῦτ' εἰπὼν οὐκ εἰς μακρὸν ἐπηκόου τοῦ πατρὸς τυγχάνει, μὴ μακρυνθέντος μηδὲ τὸ βραχύτατον ὑπερθεμένου, αὐτοῖς δὲ ἔργοις μονονουχὶ φήσαντος αὐτῷ «ἔτι λαλοῦντός σου», ἐρῶ, «ἰδοὺ πάρειμι». Καὶ δὴ τοῦτ' αἰσθόμενος, τῆς τε πατρικῆς βοηθείας, καθάπερ ηὔξατο, τυχών, ἐντεῦθεν λοιπὸν ἀπάρχεται τοῦ ἐπινικίου ὕμνου, «ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως» τὸν ψαλμὸν ποιούμενος, ἐν οἷς