273
θείων δογμάτων κατανόησιν εἰς ὁδηγίαν λαβεῖν. πᾶσαν γὰρ σαρκώδη καὶ ὑλικὴν ἔννοιαν τῶν θείων τε καὶ ὑψηλῶν δογμάτων ἀποσεισάμενοι ἀσφα λεστάτην ἕξομεν διὰ τοῦ καταλειπομένου νοήματος, ὅταν ἐκκαθαρθῇ τῶν τοιούτων, τὴν ἐπὶ τὰ ὑψηλά τε καὶ ἀπρόσ ιτα χειραγωγίαν. 3.1.77 Ὁμολογεῖται γὰρ καὶ παρὰ τῶν ἐναντίων τὸν ἐπὶ πάν των ὄντα θεὸν πατέρα τοῦ μονογενοῦς καὶ εἶναι καὶ λέ γεσθαι, ἀλλὰ καὶ τὸν μονογενῆ θεὸν τὸν ἐκ τοῦ πατρὸς ὄντα 20γεννητὸν20 διὰ τὸ γεννηθῆναι κατονομάζουσιν. ἐπεὶ οὖν ἐν ἀνθρώποις τὸ τοῦ πατρὸς ὄνομα συνεζευγμένας ἔχει τινὰς ἐμφάσεις, ὧν ἡ ἀκήρατος ἠλλοτρίωται φύσις, πάντα προσήκει ὅσα περὶ τὴν σαρκώδη τοῦ πατρὸς σημασίαν ὑλικὰ νοήματα συνεισέρχεται καταλιπόντα θεοπρεπῆ τινα διάνοιαν ἐμφαντικὴν μόνης τῆς γνησιότητος ἐπὶ τοῦ θεοῦ καὶ πατρὸς 3.1.78 ἐντυπώσασθαι. ἐπεὶ οὖν οὐ μόνον ὅσα ἡ σὰρξ νοεῖν ὑπο τίθεται τῇ τοῦ ἀνθρωπίνου πατρὸς ἐννοίᾳ συγκαταλαμβά νεται, ἀλλὰ καὶ διαστηματική τις ἔννοια συνεπινοεῖται πάν τως τῇ ἀνθρωπίνῃ πατρότητι, καλῶς ἂν ἔχοι τῷ σωματικῷ ῥύπῳ καὶ τὴν διαστηματικὴν ἔννοιαν ἐπὶ τῆς θείας συν αποβαλεῖν γεννήσεως, ὡς ἂν πανταχόθεν ἐκπλυθείσης τῆς ὑλικῆς ἰδιότητος καθαρεύοι παντὸς οὐ μόνον ἐμπαθοῦς, ἀλλὰ καὶ διαστηματικοῦ νοήματος ἡ ὑπερέχουσα γέννησις. 3.1.79 οὐκοῦν ὁ πατέρα τὸν θεὸν λέγων τῇ τοῦ εἶναι τὸν θεὸν ἐννοίᾳ καὶ τὸ τὶ εἶναι συμπεριλήψεται. ᾧ γὰρ ἀπό τινος ἀρχῆς ἐστι τὸ εἶναι, τούτῳ καὶ τὸ τὶ εἶναι πάντως ἀπό τινος ἄρχεται· ἐφ' οὗ δὲ τὸ εἶναι οὐκ ἤρξατο, οὐδὲ εἴ τι ἄλλο περὶ αὐτὸν θεωρεῖται ἀπό τινος τὴν ἀρχὴν ἔχει. ἀλλὰ μὴν πατὴρ ὁ θεός. οὐκοῦν ἐξ ἀϊδίου ἐστὶν ὅπερ ἐστίν· οὐ γὰρ ἐγένετο, ἀλλ' ἐστὶ πατήρ· ἐπὶ θεοῦ γὰρ ὃ 3.1.80 ἦν, καὶ ἐστὶ καὶ ἔσται. εἰ δέ τί ποτε μὴ ἦν, οὔτε ἐστὶν οὔτε ἔσται· οὐ γὰρ τοιούτου τινὸς πεπίστευται εἶναι πατήρ, οὗ χωρὶς εὐσεβές ἐστιν ἐφ' ἑαυτοῦ ποτε τὸν θεὸν εἶναι λέγειν. ζωῆς γάρ ἐστι πατὴρ ὁ πατὴρ ἀληθείας τε καὶ σοφίας καὶ φωτὸς καὶ ἁγιασμοῦ καὶ δυνάμεως καὶ πάντων τῶν τοιούτων, ὅσα ὁ μονογενής ἐστί τε καὶ ὀνομάζεται. ὅταν τοίνυν παρὰ τῶν ἐχθρῶν κατασκευάζηται τὸ μὴ εἶναί ποτε φῶς, οὐκ οἶδα τίνος πλείων ἐστὶν ἡ ζημία, πότερον αὐτοῦ τοῦ φωτός, ὅταν μὴ τὸ φῶς ᾖ, ἢ τοῦ ἔχοντος, ὅταν μὴ 3.1.81 ἔχῃ τὸ φῶς. οὕτω καὶ περὶ τῆς ζωῆς καὶ τῆς ἀληθείας καὶ τῆς δυνάμεως καὶ τῶν ἄλλων πάντων, ὅσα τὸν πατρικὸν πληροῖ κόλπον, *** ὁ μονογενὴς θεὸς ἐν τῷ ἰδίῳ πληρώ ματι τὰ πάντα ὤν. ἴση γὰρ καθ' ἑκάτερόν ἐστιν ἡ ἀτοπία καὶ τῆς κατὰ τοῦ υἱοῦ βλασφημίας ἀντίρροπος ἡ κατὰ τοῦ πατρός ἐστιν ἀσέβεια. ἐν γὰρ τῷ εἰπεῖν ποτε μὴ εἶναι τὸν κύριον οὐχ ἁπλῶς δώσεις τὸ μὴ εἶναι τὴν δύναμιν, ἀλλὰ τοῦ θεοῦ μὴ εἶναι λέξεις τὴν δύναμιν, τοῦ πατρὸς 3.1.82 τῆς δυνάμεως. οὐκοῦν ἡ τοῦ μὴ εἶναί ποτε τὸν υἱὸν διὰ τοῦ σοῦ λόγου κατασκευὴ οὐδὲν ἄλλο ἢ παντὸς ἀγαθοῦ ἐρημίαν περὶ τὸν πατέρα κατασκευάζει. ὁρᾶτε πρὸς ὅ τι καταστρέφει τῶν σοφῶν ἡ ἀγχίνοια. πῶς ἀληθεύει καὶ διὰ τούτων ἡ τοῦ κυρίου φωνή, ἥ φησιν ὅτι ὁ ἀθετῶν ἐμὲ ἀθετεῖ τὸν ἀποστείλαντά με; δι' ὧν γὰρ τὸ εἶναί ποτε τοῦ μονογενοῦς ἀθετοῦσι, διὰ τούτων ἀτιμάζουσι τὸν πατέρα, πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα τῆς πατρικῆς δόξης τῷ λόγῳ περισυλήσαντες. 3.1.83 Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τοῦ πατρὸς ἐναντίωσιν διὰ τοῦ τὴν μὲν ἀγέννητον τὴν δὲ γεν νητὴν ὀνομάζειν ἀπηλέγχθη τοῖς ἀσυστάτοις ἐμματαιάζων. 3.1.84 ἐδείχθη γὰρ διὰ τῶν παρ' αὐτοῦ λόγων πρῶτον μὲν ἕτερον εἶναι τὸ τῆς οὐσίας καὶ ἄλλο τὸ τῆς γεννήσεως ὄνομα, ἔπειτα δὲ ὅτι οὐκ οὐσία τις καινὴ καὶ παρηλλαγμένη παρὰ τὴν τοῦ πατρὸς οὐσίαν ἐν τῷ υἱῷ ὑπέστη, ἀλλ' ὅπερ ἐστὶν ὁ πατὴρ ἐν τῷ λόγῳ τῆς φύσεως, τοῦτο καὶ ὁ ἐξ ἐκείνου ἐστίν, οὐ μεταβληθείσης εἰς ἑτερότητα ἐν τῇ τοῦ υἱοῦ ὑπο στάσει τῆς φύσεως, κατὰ τὴν προδειχθεῖσαν ἡμῖν τοῦ λόγου 3.1.85 ἀλήθειαν ἐπὶ τῆς τοῦ Ἄβελ καὶ τοῦ Ἀδὰμ θεωρίας. ὡς γὰρ ἐκεῖ ὁ αὐτὸς ἦν ἐν τῷ τῆς οὐσίας λόγῳ τῷ γεννη θέντι ὁ μὴ γεννηθεὶς ὁμοιοτρόπως καὶ ἡ γέννησις τοῦ Ἄβελ τὴν τῆς φύσεως