1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

274

φησι· «διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε». 10.8.95 πρώτοις μὲν οὖν τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις ἐπαγγέλλεται τὰ τῆς ἐπ' αὐτῷ χαρᾶς καὶ ἀγαλλιάσεως εὐαγγελίσεσθαι, ἀδελφοὺς αὐτοὺς ὀνομάζων· 10.8.96 οἷς ἀκόλουθα καὶ ὁ Ματθαῖος διδάσκει λέγων· «καὶ ἰδοὺ ὁ Ἰησοῦς ἀπήντησεν αὐταῖς» δηλονότι ταῖς ἀμφὶ τὴν Μαγδαληνὴν Μαρίαν «λέγων, χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. τότε λέγει αὐταῖς ὁ Ἰησοῦς, μὴ φοβεῖσθε, ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται». 10.8.97 ὁ Ἰωάννης δὲ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν εἰσάγει καὶ αὐτὸς τὸν Ἰησοῦν λέγοντα πρὸς τὴν Μαριάμ· «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἶπον αὐτοῖς, ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν». 10.8.98 πρώτοις μὲν οὖν τοῖς ἀποστόλοις αὐτοῦ, οὓς ἰδίους ἀδελφοὺς ὀνομάζει, τὸ ὄνομα τοῦ πατρὸς διηγήσεσθαί φησι· μετὰ δὲ ἐκείνους τάξει καὶ ἀκολουθίᾳ τὴν καθ' ὅλης τῆς οἰκουμένης ἐπὶ τῷ ὀνόματι αὐτοῦ συστᾶσαν ἐκκλησίαν διδάξειν τὸν πατρικὸν ὕμνον ἐπαγγέλλεται. 10.8.99 ὥσπερ γὰρ εἴ τις ἐν μέσῳ μαθητῶν διεξοδεύοι λόγους ἐπὶ σοφίᾳ διαπρέπων διδάσκαλος ὑπὲρ τοῦ κἀκείνους ἀκούσαντας προσυπακοῦσαι, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς «ἐν μέσῳ ἐκκλησίας», φησίν, «ὑμνήσω σε», ὑπὲρ τοῦ μαθοῦσαν τὴν ἐκκλησίαν καὶ ἀκούσασαν παρ' αὐτοῦ, ὃν προσήκει τρόπον, καὶ μηκέθ' ὡς τὸ πρὶν τοὺς δαίμονας ἀλλ' αὐτὸν μόνον τὸν πάντων θεὸν διὰ τοῦ καταγγείλαντος αὐτὸν ἀνυμνεῖν. 10.8.100 ταῦτα πράξειν ὑποσχόμενος σφόδρα ἀκολούθως ἐντεῦθεν ἤδη προστάττει τῇ ἐκκλησίᾳ καὶ τοῖς αὐτοῦ ἀδελφοῖς ὑμνεῖν τὸν πατέρα. διό φησιν· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν», 10.8.101 καὶ «φοβηθήτωσαν ἀπ' αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραήλ. ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου», δι' ὧν σαφῶς παρέστησεν τῶν προωνομασμένων κακῶν τὴν ἀπαλλαγήν. 10.8.102 εἰ γὰρ «ἐν τῷ κεκραγέναι πρὸς αὐτὸν εἰσήκουσεν» αὐτοῦ, ηὔξατο δὲ ῥυσθῆναι «ἀπὸ» μὲν «ῥομφαίας τὴν ψυχὴν» αὐτοῦ, «ἐκ» δὲ «κυνὸς τὴν μονογενῆ» αὐτοῦ, καὶ ἔτι «ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσιν» αὐτοῦ, ἀκόλουθόν ἐστι νοεῖν τούτων ἀπαλλαγὴν εὑρέσθαι τὸν φήσαντα, ὅτι μὴ «προσώχθισεν» ὁ θεὸς «τῇ δεήσει» αὐτοῦ, μηδὲ «τὸ πρόσωπον ἀπέστρεψεν» ἀπ' αὐτοῦ, ἀλλ' «ἐν τῷ κεκραγέναι» «εἰσήκουσεν» αὐτοῦ. 10.8.103 διὸ καὶ ὑπῆρξεν αὐτῷ, ῥυσθέντι τῶν τοσούτων καὶ ἐκ τοῦ θανάτου διαφυγόντι, συνδιατρίβειν τοῖς ἑαυτοῦ μαθηταῖς ὁμοῦ καὶ «ἀδελφοῖς», καὶ ὑμνεῖν «ἐν μέσῳ ἐκκλησίας» τὸν πατέρα. τήρει δὲ πάλιν, ὡς «πτωχὸν» αὖθις ἑαυτὸν ἀποκαλεῖ, συμ φώνως ταῖς πρότερον παρατεθείσαις προφητείαις, δι' ὧν πένης καὶ πτωχὸς ὠνομάζετο. 10.8.104 Ἀλλ' ἐπεὶ καὶ τὴν ἀνάστασιν αὐτοῦ διὰ τούτων παρέστησεν, αὖθις πρὸς τὸν πατέρα ἐπιστρέφων τὸν λόγον, «παρὰ σοῦ», φησίν, «ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ», τῆς ἐπ' ὀνόματι αὐτοῦ συστάσης ἐξ ἐθνῶν καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησίας μνημονεύων, ἐν ᾗ ὁ περὶ τοῦ σωτῆρος ἡμῶν ἔπαινος διὰ παντὸς ᾄδεται νεύματι τοῦ πατρὸς αὐτοῦ καὶ συνεργίᾳ. 10.8.105 διό φησι· «παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ». μεγάλη γὰρ ὡς ἀληθῶς ἡ ἐκκλησία αὕτη ἐκ παντὸς γένους ἀνθρώπων συγκεκροτημένη, οὐδὲ συγκρίνεσθαι διὰ τὸ σεμνὸν καὶ ὑπερφυὲς τοῦ βίου καὶ διὰ τὸ τῶν δογμάτων μέγεθος ἀξία τῷ Ἰουδαίων ἔθνει καὶ τῇ τῶν ἐκ περιτομῆς συναγωγῇ, πάσῃ πτωχείᾳ λόγου καὶ βίου καὶ φρονήματος καὶ τῆς ἄλλης περὶ θεοῦ δόξης ἐσμικρυμένῃ. 10.8.106 εἶτ' ἐπιλέγει· «τὰς εὐχάς μου» τῷ κυρίῳ «ἀποδώσω ἐνώπιον πάντων τῶν φοβουμένων αὐτόν» «φοβουμένους αὐτὸν» ἀποκαλῶν τὴν πρότερον ὀνομασθεῖσαν ἐκκλησίαν μεγάλην, οἷς ἔλεγεν· «οἱ