274
παραλλαγὴν οὐκ ἐποίησεν, οὕτως καὶ ἐπὶ τῶν ἀκηράτων δογμάτων οὐδὲν ἐν ἑαυτῷ διὰ τῆς ἰδίας γεννήσεως τὴν τοῦ μὴ γεννηθέντος οὐσίαν ἠλλοίωσεν ὁ μονογενὴς θεός, ἐκ τοῦ πατρὸς ἐξελθὼν καὶ ἐν τῷ πατρὶ ὤν, καθὼς τὸ εὐαγγέλιον λέγει, ἀλλ' ἐστὶ κατὰ τὸν ἁπλοῦν τε καὶ ἰδιωτικὸν τῆς καθ' ἡμᾶς πίστεως λόγον φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, πάντα ὢν οὗτος 3.1.86 ὅσα ἐστὶν ἐκεῖνος πλὴν τοῦ ἐκεῖνος εἶναι. τὸν δὲ σκοπὸν οὗ χάριν ταῦτα τεχνολογῶν διεξέρχεται οὐδὲν οἶμαι δεῖν ἐν τῷ παρόντι λέγειν, εἴτε τολμηρόν τε καὶ κινδυνῶδες εἴτε συγκεχωρημένον ἐστὶ καὶ ἀκίνδυνον τὸ παρασχηματίζειν ἔκ τινος εἴς τι τὰς σημαντικὰς ἐπὶ τῆς θείας φύσεως λέ ξεις καὶ 20γέννημα20 λέγειν τὸν γεννηθέντα. 3.1.87 Παρίημι ταῦτα, ὡς ἂν μὴ τῇ πρὸς τὰ μικρότερα μάχῃ πέρα τοῦ δέοντος ὁ λόγος ἡμῖν ἐνασχολούμενος ἀμε λοίη τοῦ μείζονος· ἀλλ' ἐκεῖνό φημι δεῖν ἀκριβῶς κατα νοῆσαι, εἰ ἡ κατὰ φύσιν σχέσις παρεισάγει τῶν ὀνομάτων τούτων τὴν χρῆσιν· τοῦτο γὰρ ἐκεῖνός φησι πάντως, ὅτι τῇ τῶν προσηγοριῶν οἰκειότητι καὶ τὸ κατ' οὐσίαν οἰκεῖον συμπαρεισάγεται· οὐ γὰρ ἂν ἐφ' ἑαυτῶν ψιλὰ τὰ ὀνόματα τῆς τῶν σημαινομένων ἐμφάσεως διεζευγμένα σχέσιν ἔχειν τινὰ πρὸς ἄλληλα καὶ οἰκειότητα φήσειε· ἀλλ' ἐν ταῖς σημασίαις ταῖς ὑπὸ τῶν λέξεων δηλουμέναις τὸ οἰκεῖόν τε 3.1.88 καὶ ἀλλότριον τῶν προσηγοριῶν διακρίνομεν. οὐκοῦν εἰ φυσικὴν ἔχειν ὁμολογεῖ σχέσιν τὸν υἱὸν πρὸς τὸν πατέρα, καταλιπόντες τὰς προσηγορίας τὴν ἐν τοῖς σημαινομένοις κατανοήσωμεν δύναμιν, πότερον τὸ ἀλλότριον τῆς οὐσίας ἐν οἰκειότητι κατανοεῖται ἢ τὸ συγγενές τε καὶ ἴδιον. ἀλλὰ τὸ μὲν ἀλλότριον εἰπεῖν φανερᾶς μανίας ἐστίν. πῶς γάρ τις διὰ τῶν ξένων τε καὶ ἀκοινωνήτων συναφῆ τε καὶ οἰκεῖαν ἐν τοῖς ὀνόμασι διασώσει τάξιν, 20τῆς γεννη θείσης αὐτῆς οὐσίας20, καθώς φησι, 20καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων 3.1.89 οἰκειουμένης σχέσιν20; εἰ δὲ τὸ οἰκεῖον διὰ τῶν προσ ηγοριῶν τούτων ἀποσημαίνεσθαι λέγοι, συνήγορος ἐξ ἀνάγ κης τοῦ κοινοῦ τῆς οὐσίας ἀναφανήσεται διὰ τῆς τῶν ὀνο μάτων οἰκειότητος, καὶ τὸ τῶν ὑποκειμένων συναφὲς κα τασκευάζων σημαίνεσθαι καὶ τοῦτο πολλαχοῦ τῆς λογο γραφίας ποιῶν οὐκ ἐπίσταται. δι' ὧν γὰρ ἐπιχειρεῖ καθαι ρεῖν τὴν ἀλήθειαν, ἀκουσίως πολλάκις καθέλκεται πρὸς 3.1.90 συνηγορίαν τῶν πολεμουμένων δογμάτων. οἷόν τι καὶ περὶ τοῦ Σαοὺλ ἐκ τῆς ἱστορίας ἠκούσαμεν, ὅτι θυμῷ ποτε κατὰ τῶν προφητευόντων κινούμενος ἡττήθη τῆς χάριτος καὶ τῶν θεοφορουμένων εἷς ἦν, τοῦ προφητικοῦ πνεύματος, ὡς οἶμαι, δι' ἑαυτοῦ τὸν ἀποστάτην παιδεῦσαι θελήσαντος· ὅθεν τὸ παράλογον τῆς συντυχίας παροιμία τῷ μετὰ ταῦτα γέγονε βίῳ, θαυμαστικῶς τῆς ἱστορίας τὸ τοιοῦτο διεξιούσης· Ἢ καὶ Σαοὺλ ἐν προφήταις; 3.1.91 Ἐν τίσιν οὖν ὁ Εὐνόμιος τῇ ἀληθείᾳ συνίσταται; ἐν οἷς φησιν ὅτι 20αὐτὸς ὁ κύριος υἱὸς ὢν τοῦ θεοῦ τοῦ ζῶντος τὴν ἐκ τῆς παρθένου γέννησιν οὐκ ἐπαισχυνόμενος ἐν τοῖς ἑαυτοῦ λόγοις υἱὸν ἀνθρώπου πολλάκις ὠνόμασεν ἑαυτόν20. τοῦτον γὰρ καὶ ἡμεῖς τὸν λόγον εἰς ἀπόδειξιν τοῦ κοινοῦ τῆς οὐσίας προφέρομεν, ὅτι τοῦ υἱοῦ τὸ ὄνομα ἴσην κατ' ἀμ 3.1.92 φότερα τὴν τῆς φύσεως κοινωνίαν ἐνδείκνυται. ὡς γὰρ υἱὸς ἀνθρώπου λέγεται διὰ τὴν τῆς σαρκὸς αὐτοῦ πρὸς τὴν ἐξ ἧς ἐγεννήθη συγγένειαν, οὕτω καὶ τοῦ θεοῦ πάντως υἱὸς νοεῖται διὰ τὴν τῆς οὐσίας αὐτοῦ πρὸς τὴν ἐξ ἧς ὑπέστη συνάφειαν. καὶ τὸ μέγιστον τῆς ἀληθείας ὅπλον οὗτος ὁ λόγος ἐστίν. τὸν γὰρ μεσίτην θεοῦ καὶ ἀνθρώπων, καθὼς ὠνόμασεν ὁ μέγας ἀπόστολος, οὐδὲν οὕτως ὡς τὸ τοῦ υἱοῦ δείκνυσιν ὄνομα, ἑκατέρᾳ φύσει, τῇ θείᾳ τε καὶ ἀνθρωπίνῃ, κατὰ τὸ ἴσον ἐφαρμοζόμενον. ὁ γὰρ αὐτὸς καὶ θεοῦ υἱός ἐστι καὶ υἱὸς ἀνθρώπου κατ' οἰκονομίαν ἐγένετο, ἵνα τῇ πρὸς ἑκάτερον κοινωνίᾳ δι' ἑαυτοῦ συνάψῃ 3.1.93 τὰ διεστῶτα τῇ φύσει. εἰ μὲν οὖν ἀνθρώπου γενόμενος υἱὸς ἀμέτοχος ἦν τῆς ἀνθρωπίνης φύσεως, ἀκόλουθον ἂν ἦν θεοῦ υἱὸν ὄντα αὐτὸν μηδὲ κοινωνεῖν τῆς θείας οὐσίας λέγειν. εἰ δὲ πᾶν τὸ ἀνθρώπινον σύγκριμα ἐν αὐτῷ ἦν (Ἐπειράθη γὰρ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρ τίας), ἀνάγκη πᾶσα καὶ πᾶν τῆς