275
φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν». ποίας δὲ εὐχὰς ἀποδώσειν φησὶν ἢ ἃς ἐπηγγείλατο; ποίας δὲ ἐπηγγείλατο ἢ ἐκείνας δι' ὧν ἔφησεν· «διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»; εὐχαὶ γάρ εἰσιν αἱ ἐπαγγελίαι, ἃς ἐπαγγειλάμενος δώσειν «ἐν μέσῳ ἐκκλησίας» διεβεβαιοῦτο. 10.8.107 Τούτοις ἑξῆς ἐπιλέγει· «φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» 10.8.108 δι' ὧν σφόδρα ἀκολούθως τὰ μετὰ τὴν ἀνάστασιν αὐτοῦ κατορθώματα ἀναφωνεῖ, ἃ καὶ πεπλήρωται διὰ τῆς ἐξ ἁπάντων τῶν ἐθνῶν κλήσεως, διά τε τῆς ἐν τοῖς πέρασιν τῆς οἰκουμένης ἀνθρώπων ἐκλογῆς, ὧν αἱ ἐκβάσεις ὀφθαλμοῖς θεωρούμεναι πάντων ἂν γένοιντο τῶν διὰ τοῦ ψαλμοῦ λεγομένων παραστατικαί. 10.8.109 «πένητες» δὲ πάλιν ἡμεῖς, οὓς κατὰ θεὸν πτωχεύοντας ἐκτρέφων ὁ σωτήριος λόγος τῷ νοητῷ καὶ λογικῷ ἄρτῳ, ταῖς ζωοποιοῖς τῶν ψυχῶν τροφαῖς, τὴν αἰώνιον ἡμῖν παρέχει ζωήν. διό φησιν ὁ ψαλμός· «φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος». 10.8.110 Καὶ ὁ ἐπίλογος δὲ τῆς ὅλης προφητείας, μετὰ πάντα ἐπιφέρων «ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος», ἄντικρυς τὸν ἐξ ἐθνῶν προθεσπίζει λαόν, καὶ τὴν διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συστᾶσαν ἐπὶ τῆς γῆς γενεάν. 10.8.111 τίς γὰρ ἂν εἴη ὁ μετὰ ταῦτα τεχθήσεσθαι λεγόμενος τῷ θεῷ λαός, πάλαι μὴ ὢν μηδ' ὑφεστὼς ἐν ἀνθρώποις ὕστερον δὲ γεγονώς; τίς τε ἡ μὴ οὖσα τότε λεγομένη δὲ ἐλεύσεσθαι γενεά, εἰ μὴ αὕτη ἡ διὰ τοῦ σωτῆρος ἡμῶν ἐν παντὶ τῷ κόσμῳ συστᾶσα ἐκκλησία καὶ ὁ νέος ἐξ ἐθνῶν λαός, ἐφ' ᾧ καὶ διὰ Ἡσαΐου τὸ πνεῦμα τὸ ἅγιον θαυμαστικῶς ἀπεφθέγξατο φῆσαν· «τίς ἤκουσεν τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινεν γῆ ἐν ἡμέρᾳ μιᾷ, καὶ εἰ ἐτέχθη ἔθνος εἰς ἅπαξ». 10.8.112 Ταῦτα μὲν οὖν ἡμεῖς, ἐφ' ἕτερα συνελαύνοντος τοῦ καιροῦ, διαδραμόντες ἀκροθιγῶς διεξήλθομεν· ὅτῳ δ' ἂν μέλῃ τῆς τοῦ σωτῆρος ἡμῶν παρακελεύσεως φήσαντος, «ἐρευνᾶτε τὰς γραφάς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν· καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ», ἑκάστῃ λέξει τοῦ ψαλμοῦ τὸν νοῦν ἐμβαθύνας, τὴν ἀκριβῆ διάνοιαν θηρεύσαι ἂν τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας.