275
ὑπερεχούσης οὐσίας ἰδίωμα ἐν αὐτῷ πιστεύειν εἶναι, τῆς τοῦ υἱοῦ φωνῆς ὁμοίως αὐτῷ μαρτυρούσης ἑκάτερον, ἐν τῷ ἀνθρώπῳ μὲν τὸ ἀν θρώπινον, ἐν δὲ τῷ θεῷ τὸ θεῖον. 3.1.94 Εἰ οὖν αἱ προσηγορίαι, καθώς φησιν ὁ Εὐνόμιος, τὸ οἰκεῖον ἐνδείκνυνται, ἡ δὲ οἰκειότης ἐν τοῖς πράγμασιν, οὐκ ἐν ψιλαῖς θεωρεῖται ταῖς τῶν ὀνομάτων φωναῖς (πράγματα δέ φημι <τὰ> καθ' ἑαυτὰ νοούμενα, εἰ μὴ τολμηρὸν οὕτως εἰπεῖν τὸν υἱόν τε καὶ τὸν πατέρα), τίς ἂν ἀντείποι μὴ οὐχὶ καὶ αὐτὸν τὸν τῆς βλασφημίας προστάτην αὐτο μάτως πρὸς τὴν συνηγορίαν τῆς εὐσεβείας καθελκυσθῆναι, δι' ἑαυτοῦ τοὺς οἰκείους ἀνατρέποντα λόγους καὶ τὸ τῆς 3.1.95 οὐσίας κοινὸν ἐπὶ τῶν θείων δογμάτων ἀνακηρύσσοντα; οὐ γὰρ ψεύδεται περὶ τούτων ἀκουσίως παρ' αὐτοῦ προσριφεὶς ὑπὲρ τῆς ἀληθείας ὁ λόγος, ὅτι οὐκ ἂν ἐκλήθη υἱός, μὴ τῆς φυσικῆς τῶν ὀνομάτων ἐννοίας ἐπαληθευούσης τὴν κλῆσιν. ὡς γὰρ οὐ λέγεται βάθρον υἱὸς τοῦ τεχνίτου οὐδ' ἄν τις εἴποι τῶν σωφρονούντων ὅτι ὁ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο οὐδὲ γέννημα τοῦ ἀμπελουργοῦ τὸν ἀμπελῶνα κατονομάζομεν, ἀλλ' ἔργον μὲν ἀνθρώπου τὸ κατασκεύασμα, υἱὸν δὲ ἀνθρώπου τὸν ἐξ αὐτοῦ γεννώμενον, ὡς ἄν, οἶμαι, τὸ πρόσφορον διὰ τῶν ὀνομάτων ἐν τοῖς ὑποκειμένοις σημαί νοιτο, οὕτως καὶ υἱὸν θεοῦ τὸν μονογενῆ διδαχθέντες οὐ 20κτίσμα20 θεοῦ διὰ τῆς προσηγορίας ἐνοήσαμεν ταύτης, ἀλλ' ὅπερ ἀληθῶς ἡ τοῦ υἱοῦ φωνὴ τῷ σημαινομένῳ ἐνδείκνυται. 3.1.96 εἰ δὲ καὶ ἀμπέλου γέννημα ὁ οἶνος ὑπὸ τῆς γραφῆς ὀνο μάζεται, οὐδὲ οὕτως ἐκ τῆς ὁμωνυμίας ταύτης ἐπὶ τῶν τῆς εὐσεβείας δογμάτων ὁ λόγος παραβλαβήσεται. οὐ γὰρ δρυὸς γέννημα τὸν οἶνόν φαμεν οὐδὲ ἀμπέλου τὴν βάλανον, ἀλλ' εἴ τίς ἐστι κοινωνία κατὰ τὴν φύσιν τοῦ γεννήματος 3.1.97 πρὸς τὸ ὅθεν ἐστίν. ἡ γὰρ ἐν τῇ ἀμπέλῳ νοτὶς διὰ τοῦ πυθμένος τῆς ῥίζης ὑπὸ τῆς ἐντεριώνης ἐξελκομένη τῇ δυνάμει μὲν ὕδωρ ἐστίν, ἀκολουθίᾳ δέ τινι διὰ τῶν ὁδῶν τῆς φύσεως πορευομένη καὶ ἐκ τῶν κατωτέρων πρὸς τὸ ὑπερκείμενον μεταρρέουσα πρὸς οἴνου μεταβάλλει ποιότητα, συνεργούσης τι καὶ τῆς ἡλιακῆς ἀκτῖνος, ἣ διὰ τῆς θερ μότητος τὸ ὑγρὸν ἐκ τοῦ βάθους ἐπὶ τὴν βλάστην ἐξέλ κουσα διὰ τῆς οἰκείας καὶ καταλλήλου πέψεως οἶνον τὴν ἰκμάδα ποιεῖ· ὥστε κατὰ φύσιν μὲν μηδεμίαν ἀλλοτριότητα τὴν ἐγκειμένην τῇ ἀμπέλῳ νοτίδα πρὸς τὸν οἶνον τὸν ἐξ 3.1.98 αὐτῆς ἀπογεννώμενον ἔχειν. ἐξ ἐκείνου γὰρ τοῦ ὑγροῦ τὸ ὑγρὸν τοῦτο, καὶ οὐκ ἄν τις ἑτέραν τῆς τοῦ οἴνου ὑγρότητος αἰτίαν εἴποι, εἰ μὴ τὴν φυσικῶς ἐγκειμένην ταῖς κληματίσι νοτίδα. αἱ δὲ τῶν ποιοτήτων διαφοραὶ οὔ τινα κατὰ τὸ ὑγρὸν παραλλαγὴν ἐμποιοῦσιν, ἀλλά τινος ἰδιότητος τὸ ἐν τῷ οἴνῳ ὑγρὸν ἀπὸ τῆς ἐν τῷ κλήματι διακρινούσης † στύ ψεως ἢ γλυκύτητος ἢ ὑγρότητος † θατέρῳ τούτων παρο μαρτούσης, ὥστε τῷ μὲν ὑποκειμένῳ ταὐτὸν εἶναι, ταῖς δὲ τῶν ποιοτήτων διαφοραῖς ἐξαλλάσσειν. 3.1.99 Οὐκοῦν ὥσπερ υἱὸν ἀνθρώπου τὸν μονογενῆ θεὸν παρὰ τῆς γραφῆς ἀκηκοότες διὰ τῆς τοῦ ὀνόματος σχέσεως τὴν πρὸς τὸν ἀληθινὸν ἄνθρωπον οἰκειότητα μεμαθήκαμεν, οὕτω κἂν 20γέννημα20 κατὰ τὸν λόγον τῶν ὑπεναντίων ὁ υἱὸς λέγηται, οὐδὲν ἧττον καὶ διὰ τούτου τὸ κατ' οὐσίαν οἰκεῖον αὐτοῦ πρὸς τὸν γεγεννηκότα μανθάνομεν, διὰ τὸ καὶ τὸν οἶνον γέννημα τῆς ἀμπέλου λεγόμενον μὴ ἀλλότριον εὑρεθῆναι κατὰ τὸν τῆς ὑγρότητος λόγον τῆς φυσικῶς 3.1.100 ἐγκειμένης τῇ ἀμπέλῳ δυνάμεως. ἀλλὰ τὰ μὲν λεγόμενα παρὰ τῶν ὑπεναντίων εἴ τις ὑγιῶς ἐξετάζοι, πρὸς τὸ ἡμέ τερον δόγμα βλέπει, ἡ δὲ διάνοια ταῖς ἰδίαις αὐτῶν κα τασκευαῖς ἀντιφθέγγεται, πανταχοῦ τὸ κατὰ τὴν οὐσίαν ἀλλότριον κατασκευάζειν φιλονεικούντων. καίτοι γε παντά πασιν ἄπορόν ἐστι καταστοχάσασθαι, ὅθεν πρὸς τὰς τοιαύτας 3.1.101 ὑπολήψεις ὑπήχθησαν. εἰ γὰρ ἡ τοῦ υἱοῦ προσηγορία οὐχ ἁπλῶς τὸ ἔκ τινος εἶναι σημαίνει, ἀλλ' ἰδίως τὴν κατὰ φύσιν οἰκείωσιν διὰ τοῦ σημαινομένου παρίστησιν, ὡς αὐτός φησιν ὁ Εὐνόμιος, καὶ γέννημα δρυὸς οἶνος οὐ λέγεται, καὶ γεννήματα τῶν ἐχιδνῶν, καθώς φησί που τὸ εὐαγγέ λιον, ὄφεις εἰσὶ καὶ οὐ πρόβατα, δῆλον ὅτι καὶ ἐπὶ τοῦ μονογενοῦς ἥ τε τοῦ