276
υἱοῦ καὶ τοῦ γεννήματος προσηγορία 3.1.102 οὐκ ἂν πρὸς τὸ ἑτερογενὲς ἔχοι τὴν οἰκειότητα. ἀλλ' εἴπερ κατὰ τὸν λόγον τῶν ὑπεναντίων καὶ 20γέννημα20 λέγεται καὶ κατὰ τὴν φύσιν, ὡς ὁμολογοῦσιν, ἐστὶν ἡ τοῦ υἱοῦ κλῆσις, τῆς οὐσίας ἐστὶ πάντως τοῦ γεγεννηκότος υἱός, οὐκ ἄλλου τινὸς τῶν ἔξω θεωρουμένων τῆς φύσεως. εἰ δὲ ἐκεῖθεν ἀληθῶς ἐστιν, οὐκ ἀπεξένωται πάντως τοῦ ὅθεν ἐστίν, ὡς καὶ ἐν τοῖς ἄλλοις ἐδείχθη, ὅτι πᾶν τὸ γεννητῶς ἔκ τινος ὑποστὰν ὁμογενές ἐστι πάντως τῷ ἐξ οὗ γέγονεν. 3.1.103 Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες μόνον, ὅτι οὐκ ἔστι τὸ ἀόριστον κατὰ τὴν φύσιν ἐπινοίᾳ τινὶ ῥημάτων διαληφθῆναι. τὸ γὰρ μὴ ἔχειν ὅρον τὴν θείαν μεγαλω σύνην ἡ προφητεία βοᾷ, διαρρήδην κηρύσσουσα ὅτι τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστι 3.1.104 πέρας. εἰ δὲ τὰ περὶ αὐτὸν ἀπεράτωτα, πολὺ μᾶλλον αὐτὸς ἐκεῖνος κατ' οὐσίαν ὅ τι ποτὲ καὶ ἐστὶν οὐδενὶ ὅρῳ κατ' οὐδὲν μέρος διαλαμβάνεται. εἰ οὖν ἡ διὰ τῶν ὀνομάτων τε καὶ ῥημάτων ἑρμηνεία διαλαμβάνει πως τῇ σημασίᾳ τὸ ὑποκείμενον, τὸ δὲ ἀόριστον περιληφθῆναι οὐ δύναται, οὐκ ἄν τις εἰκότως τὴν ἀμαθίαν ἡμῶν αἰτιάσαιτο, μὴ θρασυ νομένων κατὰ τῶν ἀτολμήτων. τίνι γὰρ ὀνόματι διαλάβω τὸ ἀπερίληπτον; διὰ ποίας φωνῆς ἐξαγγείλω τὸ ἀνεκφώ 3.1.105 νητον; ἐπεὶ οὖν κρεῖττόν ἐστι καὶ ὑψηλότερον τῆς ὀνομα στικῆς σημασίας τὸ θεῖον, σιωπῇ τιμᾶν τὰ ὑπὲρ λόγον τε καὶ διάνοιαν μεμαθήκαμεν· κἂν ἐπεμβαίνῃ τῇ εὐλαβείᾳ ταύτῃ τοῦ λόγου ὁ ὑπερφρονῶν παρ' ὃ δεῖ φρονεῖν, ἐν γέ λωτι τὴν ἀμαθίαν ἡμῶν τὴν περὶ τῶν ἀκαταλήπτων ποι ούμενος, καὶ τοῦ ἀσχηματίστου καὶ ἀορίστου καὶ ἀμεγέθους καὶ ἀπόσου, πατρός τε λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, τὴν κατὰ τὸ ἀνόμοιον ἐπιγινώσκῃ παραλλαγὴν καὶ προφέρῃ τοῦτο πρὸς ἔλεγχον τῆς ἀμαθίας ἡμῶν, ὃ συνεχῶς παρὰ τῶν μαθητῶν τῆς ἀπάτης προτείνεται, τὸ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, εἰ τὴν οὐσίαν τοῦ προσκυνουμένου οὐκ οἴδαμεν, 3.1.106 οὐ φοβηθησόμεθα κατὰ τὴν συμβουλὴν τοῦ προφήτου τὸν ὀνειδισμὸν τῶν ἀφρόνων οὐδὲ διὰ τὸν φαυλισμὸν αὐτῶν κατὰ τῶν ἀνεκφωνήτων θρασυστομήσομεν, τὸν ἰδιώτην τῷ λόγῳ Παῦλον διδάσκαλον τῶν ὑπὲρ γνῶσιν μυστηρίων ποι ούμενοι, ὃς τοσοῦτον ἀπέχει τοῦ τὴν θείαν φύσιν ἐντὸς τῆς ἀνθρωπίνης περινοίας οἴεσθαι, ὡς καὶ τὰ κρίματα τοῦ θεοῦ ἀνεξερεύνητα λέγειν καὶ τὰς ὁδοὺς ἀνεξιχνιάστους καὶ τὰ τοῖς ἀγαπῶσιν αὐτὸν ὑπὲρ τῶν ἐν τῷ βίῳ τῷδε κατορ θωθέντων ἐπηγγελμένα ὑπὲρ κατάληψιν εἶναι διϊσχυρίζεσθαι, ὡς μήτε ὀφθαλμῷ λαβεῖν μήτε ἀκοῇ δέξασθαι μήτε 3.1.107 καρδίᾳ χωρῆσαι δυνατὸν εἶναι. ταῦτα τοίνυν μαθόντες ἀπὸ τοῦ Παύλου θαρροῦντες ἀποφαινόμεθα, ὅτι οὐ μόνον τὰ κρίματα τοῦ θεοῦ τῆς τῶν ἐρευνᾶν ἐπιχειρούντων δυνάμεώς ἐστιν ὑψηλότερα, ἀλλὰ καὶ αἱ τῆς γνώσεως ὁδοὶ μέχρι τοῦ νῦν ἀτριβεῖς τε καὶ ἀνεπίβατοι μένουσι. τοῦτο γὰρ ἡγού μεθα τὸν ἀπόστολον σημᾶναι βουλόμενον ἀνεξιχνιάστους εἰπεῖν τὰς ὁδοὺς αἳ πρὸς τὸ ἀκατάληπτον φέρουσι, δει κνύντα διὰ τῆς λέξεως ὅτι ἀνεπίβατός ἐστι λογισμοῖς ἀν θρωπίνοις ἡ γνῶσις ἐκείνη, καὶ οὔπω τις ἐπέστησεν ἑαυτοῦ τὴν διάνοιαν τῇ τοιαύτῃ τοῦ λόγου πορείᾳ, οὔτε τι ἴχνος οὔτε σημεῖον καταληπτικῆς ἐφόδου τοῖς ἀλήπτοις ἐνεση μάνατο. 3.1.108 Ταῦτα τοίνυν ἐκ τῆς ἀποστολικῆς μεγαλοφωνίας μα θόντες ἀναλογιζόμεθα διὰ τῶν εἰρημένων ὅτι, εἰ τὰ κρίματα ἐξερευνηθῆναι οὐ δύναται καὶ αἱ ὁδοὶ οὐκ ἐξιχνιάζονται καὶ ἡ τῶν ἀγαθῶν ἐπαγγελία πάσης ὑπέρκειται τῆς ἀπὸ στοχασμῶν εἰκασίας, πόσῳ μᾶλλον τῷ μέτρῳ κατὰ τὸ ἄφραστόν τε καὶ ἀπροσπέλαστον ἀνώτερόν ἐστι καὶ ὑψηλό τερον αὐτὸ τὸ θεῖον τῶν περὶ αὐτὸ νοουμένων, ὧν οὐδεμίαν εἶναι γνῶσιν ὁ θεοδίδακτος ἀποφαίνεται Παῦλος· καὶ διὰ τοῦτο βεβαιοῦμεν ἐν ἡμῖν αὐτοῖς τὸ καταχλευαζόμενον δόγμα, ὁμολογοῦντες ἐλάττους εἶναι κατὰ τὴν γνῶσιν τῶν ὑπερβαινόντων τὴν γνῶσιν, καὶ προσκυνεῖν φαμεν ἀληθῶς 3.1.109 ὅπερ οἴδαμεν. οἴδαμεν δὲ τὸ ὕψος τῆς δόξης τοῦ προσ