277
κυνουμένου, αὐτῷ τῷ μὴ δύνασθαι τοῖς λογισμοῖς κατα λαβεῖν ἀναλογιζόμενοι τὸ τοῦ μεγέθους ἀνείκαστον· καὶ τὸ πρὸς τὴν Σαμαρεῖτιν παρὰ τοῦ κυρίου ῥηθέν, καθ' ἡμῶν δὲ παρὰ τῶν ἐχθρῶν προφερόμενον, πρὸς ἐκείνους ἂν μᾶλ λον κυρίως λέγοιτο. τὸ γὰρ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε φησὶ πρὸς τὴν Σαμαρεῖτιν ὁ κύριος, σωματικαῖς ἐννοίαις ἐν ταῖς περὶ θεοῦ δόξαις προειλημμένην, ἧς καλῶς ὁ λόγος καθάπτεται, ὅτι θεὸν προσκυνεῖν οἱ Σαμαρεῖται νομίζοντες εἶτα σωματικῶς ἐγκαθιδρῦσθαι τόπῳ τὸ θεῖον οἰόμενοι μέχρι τῆς φωνῆς εὐσεβοῦσιν, ἄλλο τι προσκυ 3.1.110 νοῦντες καὶ οὐ θεόν. οὐδὲν γὰρ ἐν περιγραφῇ νοούμενον θεῖόν ἐστιν· ἀλλ' ἴδιον τῆς θεότητος τὸ πανταχοῦ εἶναι καὶ διὰ πάντων ἥκειν καὶ μηδενὶ περιείργεσθαι, ὥστε περι στρέφεται τοῖς χριστομάχοις εἰς κατηγορίαν αὐτῶν ὁ καθ' ἡμῶν προφερόμενος λόγος. ὡς γὰρ τοπικῇ τινι περιγραφῇ τὸ θεῖον περιέχεσθαι Σαμαρεῖται νομίζοντες ἐπετιμήθησαν δι' ὧν ἤκουσαν ὅτι Προσκυνεῖτε ὃ οὐκ οἴδατε, καὶ ἀνόνητος γίνεται ὑμῖν ἡ λατρεία ἡ πρὸς θεὸν βλέπουσα, θεὸς γὰρ τόπῳ τινὶ καθιδρῦσθαι νομιζόμενος θεὸς οὐκ ἔστιν, - οὕτως ἂν εἴη κυρίως καὶ πρὸς τοὺς νέους Σαμαρείτας εἰπεῖν ὅτι τῷ ὀνόματι τῆς ἀγεννησίας οἷόν τινι τόπῳ περι ειλῆφθαι τὴν θείαν οὐσίαν ὑπονοοῦντες Προσκυνεῖτε ὃ οὐκ οἴδατε, ὡς θεῷ μὲν λατρεύοντες, ἀγνοοῦντες δέ, ὅτι πάσης τῆς ἐξ ὀνομάτων σημασίας καὶ περιλήψεως ὑπερπίπτει τοῦ θεοῦ τὸ ἀόριστον. 3.1.111 Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπό μενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐπειδὴ τὴν προτεθεῖσαν αὐτοῦ ῥῆσιν ἀποχρώντως οἶμαι διὰ τῶν εἰρημένων πεφανερῶσθαι οὐ πρὸς τὴν ἀλήθειαν μόνον, 3.1.112 ἀλλὰ καὶ πρὸς ἑαυτὴν ἔχουσαν ἐναντίως. εἰ γὰρ κατ' αὐτοὺς ἡ φυσικὴ σχέσις τῇ τοῦ υἱοῦ προσηγορίᾳ πρὸς τὸν πατέρα συνίσταται καὶ πρὸς τὸν γεγεννηκότα ἡ τοῦ γεννή ματος, κατά τινα γραμματικὴν φλυαρίαν τὰς σημαντικὰς τῆς θείας φύσεως λέξεις τῆς σοφίας τούτων εἰς ὀνομάτων σχῆμα παρατυπούσης, οὐκέτ' ἄν τις ἀμφιβάλλοι τὴν ἐκ φύσεως συνισταμένην τῶν ὀνομάτων πρὸς ἄλληλα σχέσιν ἀπόδειξιν τῆς κατ' οὐσίαν αὐτῶν οἰκειότητος, μᾶλλον δὲ 3.1.113 ταὐτότητος γίνεσθαι. ἀλλά μοι μεταλαβέτω τὴν ἐναντίαν φωνὴν ὁ ἡμέτερος λόγος, ὡς ἂν μὴ δοκοίη τῇ ἀσθενείᾳ μόνῃ τῶν ἀντιμαχομένων τὸ δόγμα τῆς εὐσεβείας κρατύ νεσθαι, ἀλλ' ἐν ἑαυτῷ μάλιστα τὴν ἰσχὺν ἔχειν. ὡς οὖν ἐστι δυνατόν, δι' εὐτονωτέρας τῆς συνηγορίας βεβαιωθήτω παρ' ἡμῶν αὐτῶν ὁ ἀντικείμενος λόγος, ὡς ἂν τὸ ὑπερ βάλλον τῆς δυνάμεως διαγνωσθείη κατὰ πολλὴν πεποί θησιν, καὶ τὰ παρειμένα παρὰ τῶν ἐναντίων εἰς ἀκριβῆ βάσανον τῆς ἀληθείας ἡμῶν προφερόντων. ἐρεῖ γὰρ ἴσως ὁ τοῖς ἐναντίοις ἰσχυριζόμενος, ὅτι οὐ πάντως ἡ τοῦ υἱοῦ καὶ τοῦ γεννήματος κλῆσις τὸ κατὰ τὴν φύσιν οἰκεῖον 3.1.114 παρίστησι. καὶ γὰρ καὶ τέκνον τις ὀργῆς ἐν τῇ γραφῇ λέγεται καὶ ἀπωλείας υἱὸς καὶ γέννημα ἐχίδνης, καὶ οὐ δήπου κοινότης τις φύσεως τοῖς τοιούτοις ὀνόμασι συναν εφάνη. οὐ γὰρ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ Ἰούδας, ὁ τῆς ἀπωλείας υἱὸς ὠνομασμένος, καὶ αὐτὴ κατὰ τὸ νοού μενον ἡ ἀπώλεια. ἄλλο γὰρ τοῦ κατὰ τὸν Ἰούδαν ἀν 3.1.115 θρώπου καὶ ἕτερον τῆς ἀπωλείας τὸ σημαινόμενον. ὁμοίως δὲ καὶ ἐκ τοῦ ἐναντίου τὴν ἴσην κατασκευὴν ὁ λόγος ἔχει. υἱοὶ γὰρ φωτός τινες καὶ υἱοὶ ἡμέρας λεγόμενοι οὐ ταὐτόν εἰσι τῷ φωτὶ καὶ τῇ ἡμέρᾳ κατὰ τὸν λόγον τῆς φύσεως, καὶ τέκνα τοῦ Ἀβραὰμ οἱ λίθοι γίνονται, ὅταν διὰ τῆς πίστεως καὶ τῶν ἔργων τὴν συγγένειαν τὴν πρὸς αὐτὸν οἰκειώσωνται, καὶ οἱ τῷ πνεύματι τοῦ θεοῦ ἀγόμενοι, καθ ώς φησιν ὁ ἀπόστολος, υἱοὶ θεοῦ λέγονται, οὐ ταὐτὸν ὄντες τῷ θεῷ κατὰ τὴν φύσιν, καὶ πολλὰ τοιαῦτα παρὰ τῆς θεοπνεύστου γραφῆς ἔστιν ἀναλέξασθαι, δι' ὧν ἡ ἀπάτη καθάπερ εἰκών τις ἐπηνθισμένη ταῖς γραφικαῖς μαρτυρίαις τὸ τῆς ἀληθείας εἴδωλον ὑποκρίνεται. 3.1.116 Τί οὖν ἡμεῖς πρὸς τοῦτό φαμεν; οἶδεν ἡ θεία γραφὴ κατ' ἀμφοτέρων τῶν ἐννοιῶν κεχρῆσθαι τοῦ υἱοῦ τῇ φωνῇ, ὥστε τισὶ μὲν ἐκ φύσεως, τισὶ δὲ ἐπισκευαστὴν καὶ ἐπί κτητον εἶναι τὴν