280
φωνὰς ταύτας ἐπ' αὐτοῦ τετάχθαι αἳ τὴν εὐεργεσίαν ἐνδείκνυνται. ὅσαι δὲ τὸ θεοπρεπὲς ἑρ μηνεύουσι, καὶ δίχα τῶν οἰκονομουμένων προσφυῶς καὶ κυρίως ἐφαρμόζονται τῷ μονογενεῖ θεῷ. ὡς δ' ἂν ἐναρ γέστερον ἡμῖν ἐκκαλυφθείη τὸ τοιοῦτον δόγμα, ἐπ' αὐτῶν 3.1.133 ἔσται τῶν ὀνομάτων ἡ θεωρία. οὐκ ἂν ἄμπελος ὠνομάσθη ὁ κύριος, εἰ μὴ τῆς φυτείας χάριν τῶν ἐν αὐτῷ ῥιζου μένων, οὐδ' ἂν ποιμήν, εἰ μὴ τὰ πρόβατα τοῦ οἴκου Ἰσ ραὴλ ἀπολώλει, οὐδ' ἰατρός, εἰ μὴ τῶν νοσούντων χάριν, οὐδὲ τὰ λοιπὰ τῶν ὀνομάτων ἐφ' ἑαυτοῦ κατεδέχετο, μὴ διά τινος προνοητικῆς ἐνεργείας προσφόρως ἐπὶ τῶν εὐεργε τουμένων τὰς φωνὰς οἰκειούμενος. τί γὰρ δεῖ τὰ καθ' ἕκαστον λέγοντα μηκύνειν ἐν τοῖς ὁμολογουμένοις τὸν λόγον; υἱὸς δὲ καὶ δεξιὰ καὶ μονογενὴς καὶ λόγος καὶ σοφία καὶ δύναμις καὶ τὰ τοιαῦτα πάντα, ὅσα πρός τι λέγεται, καθ άπερ ἐν συζυγίᾳ τινὶ σχετικῇ τῷ πατρὶ πάντως συνονομα 3.1.134 ζόμενος λέγεται. θεοῦ γὰρ δύναμις ὀνομάζεται καὶ θεοῦ δεξιὰ καὶ θεοῦ σοφία καὶ πατρὸς υἱὸς καὶ μονογενὴς καὶ λόγος πρὸς τὸν θεὸν καὶ ὅσα τοιαῦτα. οὐκοῦν ἀκόλουθον ἐκ τῶν εἰρημένων ἑκάστου τῶν ὀνομάτων κατάλληλόν τινα τῷ ὑποκειμένῳ καὶ πρέπουσαν ἐνθεωρεῖν σημασίαν, ὡς ἂν μὴ τῷ διαμαρτεῖν τῆς ὀρθῆς διανοίας περὶ τὸν τῆς εὐσε βείας πλημμελήσαιμεν λόγον. 3.1.135 Ὥσπερ τοίνυν τῶν ἄλλων ἕκαστον πρὸς τὸ θεοπρεπὲς μεταλαβόντες ἀθετοῦμεν τὴν πρόχειρον ἐπ' αὐτῶν ἔννοιαν, ὡς μήτε φῶς ὑλικὸν μήτε πατουμένην ὁδὸν μήτε ἄψυχον λίθον μήτε τὸν ἐκ γεωργίας ἄρτον μήτε τὸν διὰ ῥημάτων λόγον, ἀλλ' ἀντὶ τούτων ἐκεῖνα ὀνομάζειν ὅσα τὸ μεγαλεῖον τῆς δυνάμεως τοῦ θεοῦ λόγου παρίστησιν, οὕτως εἴ τις ἀθετοίη τοῦ υἱοῦ τὴν συνήθη καὶ κατὰ φύσιν σημασίαν, δι' ἧς τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ γεγεννηκότος μανθά νομεν, πρός τινα θεοπρεπεστέραν ἑρμηνείαν μεταλήψεται πάντως τὸ ὄνομα. ἐπειδὴ γὰρ τῶν ἄλλων ἑκάστου πρὸς τὸ ἐνδοξότερον ἡ μετάληψις γινομένη πρὸς τὴν τῆς θείας δυνάμεως ἔνδειξιν ἥρμοσεν, ἀκόλουθον πάντως ἐστὶ καὶ τούτου τοῦ ὀνόματος ἐπὶ τὸ ὑψηλότερον μετενεχθῆναι τὸ 3.1.136 σημαινόμενον. τίς ἂν οὖν γένοιτο θεοπρεπεστέρα διάνοια ἐπὶ τῆς τοῦ υἱοῦ προσηγορίας, εἰ ἀθετοῖτο κατὰ τὸν λόγον τῶν ὑπεναντίων ἡ φυσικὴ πρὸς τὸν γεννήσαντα σχέσις; τάχα γὰρ οὕτως οὐδεὶς πρὸς ἀσέβειαν τολμηρός, ὡς ἐν τοῖς περὶ τῆς θείας φύσεως λόγοις τὸ ταπεινὸν καὶ χαμαί ζηλον τῶν ὑψηλῶν τε καὶ μεγάλων ἁρμοδιώτερον οἴεσθαι. 3.1.137 οὐκοῦν εἰ μέν τινα ταύτης μεγαλοφυεστέραν διάνοιαν ἐξευ ρίσκουσιν, ὡς ἀνάξιον εἶναι δοκεῖν περὶ τοῦ μονογενοῦς νοεῖν τὸ ἐκ τῆς φύσεως τοῦ πατρὸς αὐτὸν εἶναι, εἰπάτωσαν εἴ τι γινώσκουσι κατὰ τὴν ἀπόρρητον αὐτῶν σοφίαν τῆς πατρικῆς φύσεως ὑψηλότερον, ὥστε πρὸς ἐκεῖνο τὸν μονο γενῆ θεὸν ἐπάραντας τῆς πρὸς τὸν πατέρα σχέσεως αὐτὸν ὑπερᾶραι· εἰ δὲ παντὸς ὕψους ὑπέρκειται καὶ πᾶσαν δύ ναμιν θαυμαστικὴν ὑπερβαίνει τῆς θείας φύσεως τὸ μεγα λεῖον, τίς ὑπολείπεται λόγος ἐπὶ τὸ μεῖζον φέρων τῆς τοῦ 3.1.138 υἱοῦ κλήσεως τὴν ἑρμηνείαν; ἐπειδὴ τοίνυν ὁμολογεῖται πᾶσαν περὶ τοῦ μονογενοῦς σημαντικὴν λέξιν, κἂν ἐκ τῆς κάτω συνηθείας ὀνομάζηται, πρὸς τὸ μεγαλειότερον ταῖς ἐννοίαις μετατεθεῖσαν κυρίως λέγεσθαι, δείκνυται δὲ μὴ δύνασθαί τινα μεγαλοφυεστέραν ἔννοιαν τῆς τοῦ υἱοῦ προση γορίας εὑρεῖν ταύτης, ἣ τὸ γνήσιον πρὸς τὸν γεγεννηκότα παρίστησι, οὐδὲν οἶμαι χρῆναι πλέον ἐπιδιατρίβειν τῷ τόπῳ, ἱκανῶς διὰ τῶν εἰρημένων ἀποδειχθέντος ὅτι οὐ προσήκει καθ' ὁμοιότητα τῶν λοιπῶν ὀνομάτων καὶ τὴν τοῦ υἱοῦ προσηγορίαν μεθερμηνεύεσθαι. 3.1.139 Ἀλλ' ἐπὶ τὸ βιβλίον πάλιν ἐπανακτέον τὴν θεωρίαν. οὐκ ἔστι τῶν αὐτῶν τὸν γεννητὸν 20γέννημα λέγειν μὴ παραιτεῖσθαι20 (τοῖς γὰρ ἐκείνων χρήσομαι ῥήμασιν), 20τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰ κειουμένης σχέσιν20, καὶ πάλιν μετατιθέναι τὰς προσ φυεῖς ὀνομασίας εἰς τροπικὰς μεταλήψεις· ὥστε δυοῖν θάτε ρον, ἢ τὸ πρότερον τῶν ἐπιχειρημάτων αὐτοῖς διαπέπτωκε καὶ μάτην καταφεύγουσι πρὸς τὴν ἐκ φύσεως τάξιν εἰς κατα