281
σκευὴν τοῦ δεῖν 20γέννημα20 τὸν γεννηθέντα προσαγορεύειν, ἢ εἰ τοῦτο κατὰ τὸ προσῆκον λέγεται, ὁ ἕτερος λόγος ὑπὸ τῶν προκατεσκευασμένων διαλυθήσεται. ὁ γὰρ διὰ τὸ γεν νηθῆναι 20γέννημα20 κατ' ἐκείνους λεγόμενος δι' αὐτὸ τοῦτο 3.1.140 20ποίημα20 καὶ 20κτίσμα20 λέγεσθαι φύσιν οὐκ ἔχει. πλεῖστον γὰρ δήπου διενήνοχεν ἑκατέρου τῶν ὀνομάτων τὸ σημαινό μενον, καὶ προσήκει τὸν λελογισμένως ταῖς φωναῖς κεχρη μένον πρὸς τὸ ὑποκείμενον βλέποντα κεχρῆσθαι τοῖς ῥή μασιν, ὡς ἂν μή τινα σύγχυσιν περὶ τὰς ἐννοίας πάθοιμεν, ἀνοικείως τοῖς σημαινομένοις τὰς φωνὰς ἐπαλλάσσοντες. διὰ τοῦτο τεχνίτου μὲν ἔργον τὸ διὰ τῆς τέχνης ἀπεργασθὲν ὀνομάζομεν, υἱὸν δὲ ἀνθρώπου τὸν ἐξ ἐκείνου φύντα προσ αγορεύομεν, οὔτε δὲ τὸ ἔργον υἱὸν οὔτε τὸν υἱὸν ἔργον τῶν σωφρονούντων εἴποι τις ἄν· συγχέοντος γάρ ἐστι καὶ ἀνα θολοῦντος ἐν τῇ πεπλανημένῃ τῶν ὀνομάτων χρήσει τὴν 3.1.141 ἀληθῆ σημασίαν. ὥστε τῶν δύο τούτων τὸ ἕτερον ἐπὶ τοῦ μονογενοῦς ἀληθεύειν ἐπάναγκες, εἰ μὲν υἱός ἐστιν, 20κτίσμα20 μὴ λέγεσθαι, εἰ δὲ κτιστός, τῆς τοῦ υἱοῦ προσηγορίας ἀλ λοτριοῦσθαι, καθάπερ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ τὰ καθ' ἕκαστον πάντα κτίσματα ὄντα τὴν τοῦ υἱοῦ κλῆσιν οὐχ ὑποδύεται. ἀλλ' ἐπειδὴ μαρτυρεῖ γεννητὸν εἶναι τὸν μονογενῆ θεὸν ὁ Εὐνόμιος, ἰσχυροτέρα δὲ πρὸς τὴν τῆς ἀληθείας σύστασιν ἡ τῶν ἐχθρῶν μαρτυρία, καὶ τὸ μὴ κτιστὸν εἶναι πάντως διὰ τοῦ τὸ γεννητὸν εἰπεῖν εἶναι συνεμαρτύρησεν. ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα. πολλῶν γὰρ ἡμῖν λόγων ἐπιρρεόντων, ὡς ἂν μὴ τὸ πλῆθος εἰς ἀμετρίαν ἐκπέσοι, τούτοις περὶ τῶν προτεθέντων ἀρ κεσθησόμεθα. 3.2.1 Καιρὸς δ' ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιο λογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγραφη θέντα λόγον αὐτῷ κατὰ τῆς ἀληθείας)· 20τίς γὰρ οὕτως ἀμελὴς καὶ τῆς τῶν ὄντων φύσεως ἀνεπίσκε πτος, ὡς ἀγνοεῖν ὅτι τῶν σωμάτων, ὅσα περὶ γῆν ἐν τῷ γεννᾶν καὶ γεννᾶσθαι, ποιεῖν τε καὶ πάσχειν ἐξεταζόμενα τά τε γεννῶντα μεταδί δωσι τῆς ἰδίας οὐσίας καὶ τὰ γεννώμενα τῆς αὐτῆς μεταλαμβάνειν πέφυκεν, ἅτε κοινῆς οὔσης τῆς ὑλικῆς αἰτίας καὶ τῆς ἔξωθεν ἐπιρρεούσης χορηγίας, τά τε γεννώμενα γεν νᾶται κατὰ πάθος καὶ τὰ γεννῶντα κατὰ φύσιν οὐ καθαρὰν ἴσχει τὴν ἐνέργειαν διὰ τὸ παν 3.2.2 τοίοις πάθεσι συνεζεῦχθαι τὴν φύσιν20. ὁρᾶτε πῶς πρεπόντως τοῦ ἐν ἀρχῇ ὄντος λόγου θεοῦ διαλαμβάνει τῇ θεωρίᾳ τὴν προαιώνιον γέννησιν ὁ τὴν τῶν ὄντων φύσιν δι' ἀκριβείας ἐπισκεπτόμενος, σώματα περὶ γῆν καὶ ὑλικὴν αἰτίαν καὶ πάθος γεννώντων τε καὶ γεννωμένων καὶ πάντα τὰ τοιαῦτα, δι' ὧν ἐρυθριάσειεν ἄν τις τῶν νοῦν ἐχόντων, κἂν περὶ ἡμῶν λέγηται, στηλιτευομένης τῷ λόγῳ τῆς ἐμ παθοῦς ἡμῶν φύσεως. ἀλλ' ἡ μὲν λαμπρὰ τοῦ λογογράφου 3.2.3 περὶ τοῦ μονογενοῦς θεοῦ φυσιολογία τοιαύτη. ἡμεῖς δὲ τὸ σχετλιάζειν ἀφέντες (τί γὰρ ἂν καὶ πλέον ὁ στεναγμὸς ἡμῖν πρὸς κατάλυσιν τῆς τῶν ἐχθρῶν κακίας συναγωνίσαιτο;) τὸν νοῦν τῶν εἰρημένων, ὅπως ἂν οἷοί τε ὦμεν, δημοσιεύ σωμεν, περὶ ποίου γεννήματος ἡ θεωρία προὔκειτο, τοῦ κατὰ σάρκα συνισταμένου ἢ τοῦ κατὰ τὸν μονογενῆ θεόν. 3.2.4 διπλῆς γὰρ οὔσης τῆς θεωρίας, ἐπί τε τῆς θείας καὶ ἁπλῆς καὶ ἀΰλου ζωῆς καὶ ἐπὶ τῆς ὑλικῆς τε καὶ ἐμπαθοῦς ὑποστάσεως, καὶ ὁμοίως λεγομένης ἐπ' ἀμφοῖν τῆς γεννή σεως ἀναγκαῖον ἂν εἴη τρανὴν καὶ ἀσύγχυτον τὴν δια στολὴν τῶν σημαινομένων ποιήσασθαι, μή πη τὴν ἀλήθειαν ἡ τῆς γεννήσεως ὁμωνυμία παραλογίσηται. ἐπειδὴ τοίνυν ἡ μὲν διὰ σαρκὸς εἰς τὸ εἶναι πάροδος ὑλική τίς ἐστι καὶ διὰ πάθους προάγεται, τὸ δὲ ἀσώματον καὶ ἀναφὲς καὶ ἀνείδεον καὶ τῆς ὑλώδους ἐπιμιξίας ἐλεύθερον πάσης δια θέσεως ἐμπαθοῦς ἠλλοτρίωται, θεωρῆσαι προσήκει περὶ ποίας γεννήσεως ἡ ζήτησις ἦν, τῆς ἀκηράτου καὶ θείας 3.2.5 ἢ τῆς ἐμπαθοῦς καὶ ῥυπώσης. ἀλλ' οὐκ ἄν τις ἀντείποι τὸ μὴ [περὶ] τοῦ μονογενοῦς θεοῦ τὴν προαιώνιον ὕπαρξιν προκεῖσθαι τῇ θεωρίᾳ τοῦ λόγου. τί οὖν ἐμφιλοχωρεῖ τῇ σωματικῇ ταύτῃ φυσιολογίᾳ, ἐν τῇ βδελυρᾷ τοῦ λόγου διασκευῇ καταρρυπαίνων