282
τὴν φύσιν καὶ τὰ περὶ τὴν ἀνθρω πίνην γέννησιν πάθη δημοσιεύων, καταλιπὼν τὴν προκει μένην ὑπόθεσιν; οὐ γὰρ τὴν ζῳώδη ταύτην γέννησιν τὴν 3.2.6 διὰ σαρκὸς συνισταμένην μαθεῖν ἐδεόμεθα. τίς γὰρ οὕτως ἠλίθιος, ὡς ἑαυτὸν βλέπων καὶ νοῶν ἐν ἑαυτῷ τὸ ἀνθρώ πινον ἄλλον ἑρμηνέα τῆς ἑαυτοῦ ζητεῖν φύσεως καὶ δεῖσθαι μαθεῖν τὰ ἀναγκαῖα πάθη, ὅσα τῇ γεννήσει συνθεωρεῖται τοῦ σώματος, ὅτι ἄλλως μὲν ὁ τίκτων, ἑτέρως δὲ τὸ τικτό μενον ἐν πάθει γίνεται, ὡς ἂν μάθοι ἐκ τῆς διδασκαλίας ταύτης ὁ ἄνθρωπος, ὅτι αὐτός τε διὰ πάθους γεννᾷ καὶ 3.2.7 πάθος αὐτῷ τῆς γεννήσεως ἤρξατο; ταῦτα γὰρ καὶ σιω πώμενα καὶ λεγόμενα τὸ ἴσον ἔχει, κἄν τις διεξίῃ δημο σιεύων τὰ κρύφια, κἂν συγκαλύπτῃ [τῇ] σιωπῇ τὰ ἀπόρ ρητα, τὸ διὰ πάθους προϊέναι τὴν φύσιν ἡμῶν οὐκ ἠγνοή σαμεν. ζητοῦμεν δὲ περὶ τῆς ὑψηλῆς τε καὶ ἀφράστου τοῦ μονογενοῦς ὑπάρξεως, καθ' ἣν ἐκ τοῦ πατρὸς εἶναι πεπίστευται, σαφηνισθῆναι τὸν λόγον. 3.2.8 Ταύτης τοίνυν προκειμένης τῆς ἐξετάσεως ὁ καινὸς θεολόγος ῥεῦσιν καὶ πάθος καὶ ὑλικὴν αἰτίαν καὶ ἐνέργειάν τινα ῥύπου μὴ καθαρεύουσαν καὶ ἔξωθεν ἐπιρρέουσαν χορηγίαν καὶ πάντα τὰ τοιαῦτα τῷ λόγῳ προστίθησιν, οὐκ οἶδα τί παθὼν ὁ τῷ ὑπερβάλλοντι τῆς σοφίας μηδὲν τῶν ἀλήπτων ἔξω τῆς ἑαυτοῦ γνώσεως καταλείπεσθαι λέ γων καὶ τὴν ἄρρητον τοῦ υἱοῦ γέννησιν ἑρμηνεύειν ἐπαγγελ λόμενος, ἀποστὰς τῶν προκειμένων ἐγχέλυος δίκην εἰς τὸν ἰλυώδη βόρβορον τῶν λογισμῶν καταδύεται κατὰ τὸν νυ κτερινὸν ἐκεῖνον Νικόδημον, ὃς τὴν ἄνωθεν γέννησιν τοῦ κυρίου διδάσκοντος πρὸς τὸν ἐν μήτρᾳ κόπον τοῖς λογι σμοῖς κατεσύρετο, καὶ πῶς ἂν ἐκ δευτέρου πάλιν ἐντὸς τῆς νηδύος γένοιτο διηπόρει λέγων Πῶς δύναται τοῦτο γενέσθαι; νομίζων τῷ μὴ δύνασθαι τὸν πρεσβύτην διὰ σπλάγχνου πάλιν κυοφορηθῆναι μητρῴου τὴν πνευματικὴν γέννησιν διε 3.2.9 λέγξειν ἀσύστατον. ἀλλὰ κἀκείνου τὴν πεπλανημένην ὑπό ληψιν διορθοῦται ὁ κύριος, ἄμικτα λέγων εἶναι τὰ τῆς σαρκὸς καὶ τοῦ πνεύματος ἰδιώματα, καὶ οὗτος ἑαυτὸν ἐν τοῖς ὁμοίοις, εἰ βούλεται, διορθούσθω. δεῖ γὰρ οἶμαι τὸν φροντιστὴν τῆς ἀληθείας ἐκ τῶν ἰδίων θεωρεῖν τὸ προκεί μενον, μὴ διὰ τῆς τῶν ὑλικῶν κατηγορίας διαβάλλειν τὸν ἄϋλον. εἰ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἄλλο τι τῶν διὰ σαρκὸς τικτομένων οὐ καθαρεύει πάθους γεννῶν ἢ γεννώμενος, τί 3.2.10 τοῦτο πρὸς τὴν ἀπαθῆ καὶ ἀκήρατον φύσιν; οὐδὲ γὰρ τὸ θνητοὺς ἡμᾶς εἶναι τὴν ἀθανασίαν τοῦ μονογενοῦς παρα γράφεται οὐδὲ ἡ πρὸς κακίαν τροπὴ τῶν ἀνθρώπων ἀμφί βολον ἐπὶ τῆς θείας φύσεως εἶναι παρασκευάζει τὸ ἄτρεπτον οὐδὲ ἄλλο τι τῶν ἡμετέρων καὶ ἐπὶ τὸν θεὸν μεταφέρεται, ἀλλά τις ἄμικτός ἐστι καὶ ἀκοινώνητος ἡ ἰδιότης τῆς ἀν θρωπίνης τε καὶ τῆς θείας ζωῆς καὶ παρήλλακται παντά πασι τὰ γνωριστικὰ ἰδιώματα, ὡς μήτε ταῦτα ἐπ' ἐκείνης μήτε τὸ ἔμπαλιν ἐπὶ ταύτης ἐκεῖνα καταλαμβάνεσθαι. 3.2.11 Πῶς οὖν ὁ Εὐνόμιος, τῆς θείας προκειμένης τῷ λόγῳ γεννήσεως, ἀφεὶς τὸ προκείμενον τὰ ἐν τῇ γῇ διεξέρχεται, οὐδεμιᾶς ἡμῖν περὶ τούτων πρὸς αὐτὸν οὔσης ἀμφισβητή σεως; ἀλλὰ πρόδηλος ὁ σκοπὸς τοῦ τεχνίτου, ἵνα τῇ πρὸς 3.2.12 τὸ πάθος διαβολῇ περιγράψῃ τοῦ κυρίου τὴν γέννησιν. ἐφ' οἷς ἔγωγε τὸ κατὰ τὴν βλασφημίαν παρεὶς θαυμάζω τῆς ἀγχινοίας τὸν ἄνθρωπον, πῶς μέμνηται τῆς οἰκείας σπου δῆς, ὃς τὸ δεῖν γέννημα τὸν υἱὸν καὶ εἶναι καὶ λέγεσθαι διὰ τῶν προειρημένων κατασκευάσας νῦν περὶ τοῦ μὴ χρῆναι γέννησιν περὶ αὐτὸν νοεῖν ἀγωνίζεται. εἰ γὰρ πᾶσα γέν νησις, καθὼς οὗτος οἴεται, συνεζευγμένην ἔχει τὴν κατὰ τὸ πάθος διάθεσιν, ἀνάγκη πᾶσα διὰ τούτων ὁμολογεῖσθαι, ὅτι τὸ τοῦ πάθους ἀλλότριον συναλλοτριοῦται πάντως καὶ τῆς γεννήσεως. εἰ γὰρ ταῦτα μετ' ἀλλήλων συνημμένως νοεῖται, τὸ πάθος τε καὶ ἡ γέννησις, ὁ τοῦ ἑνὸς τούτων ἀμέτοχος οὐδ' ἂν πρὸς τὸ ἕτερον τὴν κοινωνίαν ἔχοι. 3.2.13 πῶς οὖν γέννημα διὰ τὴν γέννησιν λέγει τὸν ὅτι οὐκ ἐγεν νήθη διὰ τῶν νῦν παρ' αὐτοῦ λεγομένων ἀποδεικνύμενον, καὶ ὑπὲρ τίνος μάχεται πρὸς τὸν διδάσκαλον ἡμῶν τὸν συμβουλεύοντα μὴ κατατολμᾶν ἐπὶ τῶν θείων δογμάτων τῆς ὀνοματοποιΐας, ἀλλὰ