283
γεγεννῆσθαι μὲν ὁμολογεῖν, μὴ παρασχηματίζειν δὲ τὴν ἔννοιαν ταύτην εἰς ὀνόματος τύπον, ὥστε 20γέννημα20 τὸν γεννηθέντα προσαγορεύειν, ἰδίως τῆς φωνῆς ταύτης ἐπὶ τῶν ἀψύχων ἢ ἐπὶ τῶν εἰς εἰκόνα πο 3.2.14 νηρίας παρειλημμένων ὑπὸ τῆς γραφῆς τεταγμένης; ἀλλ' ὅταν μὲν παρ' ἡμῶν λέγηται τὸ δεῖν σιωπᾶσθαι τὴν φωνὴν τοῦ 20γεννήματος20, τὴν ἄμαχον ἐκείνην ῥητορικὴν προ χειρίζεται, συμπαραλαμβάνων εἰς συμμαχίαν καὶ τὴν γραμ ματικὴν ψυχρολογίαν καὶ διὰ τῆς τεχνικῆς τῶν ὀνομάτων εἴτε παραγωγῆς εἴτε παρωνυμίας εἴτε οὐκ οἶδ' ὅπως δὴ λέγειν ταῦτα προσήκει, διὰ τούτων τοὺς συλλογισμοὺς συμ περαίνει 20γέννημα20 τὸν γεννηθέντα λέγειν οὐ παραιτού 3.2.15 μενος. ἐπειδὰν δὲ τοῦτο δεξάμενοι τὴν τοῦ ὀνόματος ἔν νοιαν θεωρήσωμεν, ὡς τοῦ κοινοῦ τῆς οὐσίας ἐντεῦθεν συνενδεικνυμένου, πάλιν ἀνατίθεται τὰς ἰδίας φωνὰς καὶ περὶ τοῦ μὴ γεννηθῆναι τὸ 20γέννημα20 διατείνεται, τῇ ῥυ πώσῃ φυσιολογίᾳ τοῦ σωματικοῦ τόκου τὴν καθαράν τε καὶ θείαν καὶ ἀπαθῆ τοῦ κυρίου παραγραφόμενος γέννησιν, ὡς οὐκ ἐνδεχόμενον τὰ δύο κατὰ ταὐτὸν ἐπὶ τοῦ θεοῦ συνδραμεῖν, τό τε πρὸς τὸν πατέρα γνήσιον καὶ τὴν ἀπά θειαν τῆς φύσεως, ἀλλ' εἰ μὲν τὸ ἀπαθὲς εἴη, μὴ εἶναι τὴν γέννησιν, εἰ δὲ τὸ γνήσιόν τις ὁμολογοίη, καὶ πάθος τῇ γεννήσει πάντως συμπαραδέχεσθαι. 3.2.16 Οὐχ οὕτως ὁ ὑψηλὸς Ἰωάννης, οὐχ οὕτως ἐκείνη ἡ βρονταία φωνὴ τὸ τῆς θεολογίας κηρύσσει μυστήριον, ὃς καὶ υἱὸν ὀνομάζει θεοῦ καὶ πάσης ἐμπαθοῦς ὑπολήψεως ἐκ καθαίρει τὸ κήρυγμα. ἰδοὺ γὰρ πῶς προθεραπεύει τὴν ἀκοὴν ἐν τοῖς προοιμίοις τοῦ εὐαγγελίου. ὅση γὰρ ἐν τῷ διδασκάλῳ προμήθεια τοῦ μή τινα τῶν ἀκουόντων εἰς τα πεινὰς ὑπολήψεις καταπεσεῖν, πρὸς ἀτόπους τινὰς ὑπονοίας 3.2.17 ἐξ ἀμαθίας ὑπολισθήσαντα. ὡς γὰρ ἂν μάλιστα πόρρω πάθους ἀπαγάγοι τὴν ἀγύμναστον ἀκοήν, οὐχ υἱὸν εἶπεν ἐν προοιμίοις, οὐ πατέρα, οὐ γέννησιν, ἵνα μή τις ἐν πρώ τοις ἢ πατρὸς ἀκούσας κατασυρῇ πρὸς τὴν πρόχειρον ἔμφασιν τοῦ ὀνόματος, ἢ υἱὸν μαθὼν κηρυσσόμενον κατὰ τὴν ὧδε συνήθειαν νοήσῃ τὸ ὄνομα, ἢ προσπταίσῃ τῷ ῥήματι τῆς γεννήσεως ὡς λίθῳ προσκόμματος· ἀλλ' ἀντὶ μὲν πατρὸς ἀρχὴν ὀνομάζει, ἀντὶ δὲ τοῦ ἐγεννήθη τὸ ἦν, ἀντὶ δὲ τοῦ υἱοῦ τὸν λόγον, καί φησιν Ἐν ἀρχῇ ἦν ὁ λόγος. ποῖον ἐν τούτοις πάθος, εἰπέ μοι, ἀρχὴ καὶ ἦν καὶ λόγος; μὴ πάθος ἡ ἀρχή; μὴ ἐν πάθει τὸ ἦν; μὴ διὰ πάθους 3.2.18 ὁ λόγος; ἢ ἐπειδὴ πάθος ἐν τοῖς εἰρημένοις οὐκ ἔστιν, οὐδὲ τὸ οἰκεῖον συνεμφαίνεται τῷ κηρύγματι; καίτοι γε πῶς ἂν ἑτέρως μᾶλλον διαφανείη τὸ κατ' οὐσίαν κοινόν τε καὶ γνήσιον καὶ τὸ συναϊδιάζον τοῦ λόγου πρὸς τὴν ἀρχὴν ἢ διὰ τούτων τῶν λόγων; οὐ γὰρ εἶπεν ἐκ τῆς ἀρχῆς ἐγεννήθη ὁ λόγος, ἵνα μή τινι παρατατικῷ νοήματι τῆς ἀρχῆς διαζεύξῃ τὸν λόγον, ἀλλ' ὁμοῦ τῇ ἀρχῇ καὶ τὸν ἐν τῇ ἀρχῇ συνεκήρυξε, κοινὸν εἰπὼν τῆς ἀρχῆς τε καὶ τοῦ λόγου τὸ ἦν, ἵνα μὴ ἐφυστερήσῃ μετὰ τὴν ἀρχὴν ὁ λόγος, ἀλλὰ φθάσῃ τὴν ἀκοὴν τῷ κηρύγματι, πρὶν μόνην τὴν ἀρχὴν ἐφ' ἑαυτῆς παραδέξασθαι, τῇ περὶ τῆς ἀρχῆς πίστει συνεισελθών. 3.2.19 Εἶτά φησι Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ἔτι δέ δοικεν ἡμῶν ὁ εὐαγγελιστὴς τὸ ἀγύμναστον, ἔτι φοβεῖται ἡμῶν τὸ νηπιῶδές τε καὶ ἀπαίδευτον, οὔπω καταπιστεύει τῇ ἀκοῇ τὴν τοῦ πατρὸς προσηγορίαν, ἵνα μή τις τῶν σαρκωδεστέρων πατέρα μαθὼν καὶ μητέρα κατὰ τὸ ἀκό λουθον διὰ τῆς διανοίας ἀνατυπώσηται. ἀλλ' οὐδέπω οὐδὲ υἱὸν ὀνομάζει ἐν τῷ κηρύγματι· ὑποπτεύει γὰρ ἔτι ἡμῶν τὴν πρὸς τὴν κάτω φύσιν συνήθειαν, μή τις υἱὸν ἀκούσας 3.2.20 ἐξανθρωπίσῃ τὸ θεῖον δι' ἐμπαθοῦς ὑπολήψεως. διὰ τοῦτο ἐπαναλαμβάνων τὸ κήρυγμα λόγον πάλιν ὠνόμασε, σοὶ ταῦτα φυσιολογῶν τῷ ἀπίστῳ. ὡς γὰρ ὁ σὸς λόγος καὶ ἐκ τοῦ νοῦ ἀναφαίνεται καὶ οὐ μεσιτεύεται πάθει, οὕτως κἀκεῖ λόγον ἀκούσας καὶ τὸ ἔκ τινος νοήσεις καὶ οὐ νοήσεις τὸ πάθος. διὰ τοῦτό φησιν ἀναλαβὼν πάλιν τὸ κήρυγμα Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ὢ πῶς παρα μετρεῖ τῷ θεῷ τὸν λόγον, μᾶλλον δὲ πῶς συμπαρατείνει τῷ ἀπείρῳ τὸ ἄπειρον· ὁ λόγος ἦν πρὸς τὸν θεόν, πρὸς ὅλον τὸν θεὸν πάντως ὅλος ὁ λόγος. οὐκοῦν ὅσος ὁ θεός, τοσοῦτος