285
τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβλη θεῖσαν, οὐ κατὰ ῥεῦσιν ἢ διαίρεσιν τῆς τοῦ γεννήσαντος συμφυΐας ἀποσπασθεῖσαν, οὐ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατὰ ἀλλοί ωσιν μορφωθεῖσαν, μόνῃ δὲ τῇ βουλήσει τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν20. τίς γὰρ ἀγνοεῖ [διὰ τούτων] τῶν μὴ παντελῶς μεμυκότων τὰ τῆς ψυχῆς αἰσθητήρια, ὅτι μέρος τῆς κτίσεως ὁ υἱὸς εἶναι διὰ τῶν 3.2.29 εἰρημένων παρὰ τοῦ Εὐνομίου κατασκευάζεται; τί γὰρ κωλύει ταῦτα πάντα, καθώς ἐστιν, ἐπὶ λέξεως καὶ περὶ τῶν ἄλλων ἑκάστου τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰπεῖν; καὶ εἰ δοκεῖ, συναρμόσωμέν τινι τῶν κατὰ τὴν κτίσιν φαι νομένων τὸν λόγον, κἂν μὴ τὴν αὐτὴν ἀκολουθίαν ἔχῃ, καθ' ἡμῶν αὐτῶν τὴν ψῆφον ἐξοίσομεν ὡς ἐπηρεαστικῶς καὶ οὐ μετὰ τῆς πρεπούσης τῇ ἀληθείᾳ φροντίδος ἐξετα ζόντων τὸν λόγον. ὑπαλλάξαντες τοίνυν τὸ ὄνομα τοῦ υἱοῦ 3.2.30 τὸν ὅλον ἐπὶ λέξεως ἀναγνωσόμεθα λόγον. 20φαμὲν γὰρ γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τῆς γῆς τὴν οὐσίαν, οὐ κατ' ἔκτασιν ἢ διαίρεσιν τῆς τοῦ γεννήσαντος συμφυΐας ἀποσπασθεῖσαν, οὐδὲ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατὰ ἀλλοίω σιν προβληθεῖσαν, μόνῃ δὲ τῇ βουλήσει τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν20. μή τίς ἐστι τῶν εἰρημένων πρὸς τὴν τῆς γῆς ὑπόστασιν ἀναρμοστία; 3.2.31 οὐδένα ἂν οἶμαι τοῦτο εἰπεῖν· οὔτε γὰρ ἐκταθεὶς ὁ θεὸς τὴν γῆν προεβάλετο οὔτε ῥυεὶς ἢ τεμὼν ἑαυτὸν τῆς πρὸς ἑαυτὸν συμφυΐας τὴν οὐσίαν ταύτης ὑπέστησεν οὔτε ἐκ μικροῦ πρὸς μέγεθος διὰ τῆς κατ' ὀλίγον αὐξήσεως ἐτε λείωσεν οὔτε τινὰ τροπὴν ἢ ἀλλοίωσιν ὑποστὰς εἰς τὸ τῆς γῆς εἶδος διεμορφώθη, ἀλλ' ἤρκεσεν αὐτῷ πρὸς ὑπόστασιν τῆς τῶν γεγονότων οὐσίας ἡ βούλησις· Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν, ὥστε καὶ τὸ τῆς γεννήσεως ὄνομα μὴ ἀπᾴδειν τῆς κατὰ τὴν γῆν ὑποστάσεως. εἰ οὖν ἐπὶ τῶν 3.2.32 μορίων τοῦ κόσμου ταῦτα λέγειν ἀληθές ἐστι, τίς ἔτι λεί πεται περὶ τοῦ δόγματος τῶν ἐναντίων ἀμφιβολία, ὅτι μέχρι ῥημάτων τὸν υἱὸν ὀνομάζοντες ἓν τῶν διὰ κτίσεως γεγονό των εἶναι κατασκευάζουσι, μόνοις τοῖς κατὰ τὴν τάξιν πρε 3.2.33 σβείοις προτεταγμένον τῶν ἄλλων; καθάπερ ἐπὶ τῆς χαλ κευτικῆς ἔστιν εἰπεῖν πάντα μὲν ἐκ ταύτης εἶναι τὰ ἐκ σιδήρου κατασκευάσματα, προγεγενῆσθαι δὲ τῆς τῶν λοιπῶν ἀπεργασίας τό τε τῆς πυράγρας καὶ τὸ τῆς σφύρας ὄρ γανον, δι' ὧν τυποῦται πρὸς τὴν χρείαν ὁ σίδηρος, οὐ μὴν ἐπειδὴ προτερεύει τοῦτο τῶν ἄλλων, ἤδη τις καὶ διαφορὰ κατὰ τὴν ὕλην ἐστὶ τοῦ τε ἐκτυποῦντος ὀργάνου καὶ τοῦ σχηματιζομένου σιδήρου κατὰ τὸ ὄργανον (σίδηρος γὰρ καὶ τοῦτο κἀκεῖνο), τὸ δὲ σχῆμα προγενέστερον τοῦ ἑτέρου τὸ ἕτερον· τοιαύτη τῆς αἱρέσεως ἡ περὶ τοῦ υἱοῦ θεολογία, τὸ μηδὲν οἴεσθαι διαφέρειν κατ' οὐσίαν αὐτόν τε τὸν κύριον καὶ τὰ παρ' αὐτοῦ γεγονότα πλὴν τῆς κατὰ τὴν τάξιν διαφορᾶς. 3.2.34 Τίς τοίνυν τῶν καὶ ὁπωσοῦν εἰς Χριστιανοὺς συντελούν των τῶν τε μορίων τοῦ κόσμου καὶ τοῦ πεποιηκότος τὸν κόσμον τὸν αὐτὸν εἶναι τῆς οὐσίας λόγον συνθήσεται; ἐγὼ μὲν γὰρ φρίττω τὴν βλασφημίαν, εἰδὼς ὅτι ὧν ὁ λόγος ὁ αὐτός, τούτων πάντως οὐδὲ ἡ φύσις διάφορος. ὡς γὰρ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ἀνθρώπων ὅ τε λόγος τῆς οὐσίας κοινὸς καὶ ἡ φύσις μία, τὸν αὐτὸν τρόπον εἰ ὡσαύτως ἔχοι κατὰ τὴν φύσιν ὁ κύριος τοῖς τοῦ κόσμου μέρεσιν, ἅπερ ἂν ἐν ἐκείνοις κατανοήσωσι, τούτοις ὑπο 3.2.35 κεῖσθαι καὶ τοῦτον κατ' ἀνάγκην ὁμολογήσουσιν. ἀλλὰ μὴν ὁ κόσμος οὐκ εἰσαεὶ διαμενεῖ· ἄρα κατ' αὐτοὺς καὶ ὁ κύριος μετὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς παρελεύσεται, εἴπερ ὁμογενῶς ἔχοι τῷ κόσμῳ. εἰ δὲ αὐτὸς ἀΐδιος ὁμολο γεῖται, ἀνάγκη πᾶσα μηδὲ τὸν κόσμον τῆς θείας φύσεως ἄμοιρον οἴεσθαι, εἴπερ τῷ μονογενεῖ κατὰ τὴν κτίσιν συμ βαίνοι. ὁρᾷς πρὸς ὅ τι φέρεται διὰ τῆς καλῆς ταύτης ἀκολουθίας ὁ λόγος, οἷόν τις λίθος ἀπορραγεὶς ἀκρωρείας καὶ ἐπὶ τὸ πρανὲς ὑπὸ τοῦ ἰδίου βάρους συνελαυνόμενος. ἀνάγκη γὰρ ἢ καὶ τὰ τοῦ κόσμου στοιχεῖα κατὰ τὴν Ἑλ ληνικὴν ματαιότητα σεβάσμια φαίνεσθαι ἢ μηδὲ τὸν υἱὸν 3.2.36 προσκυνεῖσθαι. οὑτωσὶ δὲ σκοπήσωμεν. ἐξ οὐκ ὄντων γεγενῆσθαι τὴν κτίσιν φαμὲν τήν τε νοητὴν