287
ἐξητασμένοις παρ' ἡμῶν προστεθῆναι. ἐροῦσι γὰρ ἴσως ἐξ αὐτῶν τῶν ἀποστολικῶν, ὧν ἡμεῖς ἐπεμνήσθημεν, ὅτι πῶς ἂν πρωτότοκος κτίσεως ὠνομάσθη, εἰ μὴ τοῦτο ἦν ὅπερ ἡ κτίσις ἐστί; πᾶς γὰρ πρωτότοκος οὐ τῶν ἑτεροφυῶν, ἀλλὰ τῶν ὁμογενῶν ἐστι πρωτότοκος, ὡς ὁ Ῥουβὶμ τῶν μετ' ἐκεῖνον ἀριθμουμένων προτερεύων κατὰ τὸν τόκον πρωτότοκος ἦν ἀνθρώπων ἄν θρωπος, καὶ ἄλλοι πολλοὶ τῶν συναριθμουμένων ἀδελφῶν 3.2.44 πρωτότοκοι λέγονται. λέγουσι τοίνυν ὅτι 20ἥνπερ ἂν πάσης τῆς κτίσεως οὐσίαν νοήσωμεν, καὶ τὸν ταύτης πρωτότοκον τῆς αὐτῆς εἶναι λέγομεν. εἰ μὲν οὖν ὁμοούσιός ἐστι τῷ πατρὶ τῶν ὅλων ἡ πᾶσα κτίσις, τοῦτο καὶ τὸν πρωτότοκον αὐτῆς εἶναι οὐκ ἀρνησό μεθα· εἰ δὲ διαφέρει κατὰ τὴν οὐσίαν τῆς κτίσεως ὁ τῶν ὅλων θεός, ἀνάγκη πᾶσα μηδὲ τὸν πρωτότοκον ταύτης κοινωνεῖν τῷ θεῷ τῆς οὐσίας λέγειν20. ἡ μὲν οὖν τῆς ἀντιθέσεως κατασκευὴ τοιαύτη, οὐδὲν ἀγενέστερον, οἶμαι, παρ' ἡμῶν ἀντιτεθεῖσα τῷ λόγῳ ἢ ὡς εἰκὸς ἦν ἀντεπενεχθῆναι παρὰ τῶν μαχομένων ἡμῖν. ἃ δὲ πρὸς ταῦτα γινώσκειν χρή, νῦν ὡς ἂν οἷοί τε ὦμεν τῷ λόγῳ σαφηνισθή σεται. 3.2.45 Τετράκις εἴρηται παρὰ τοῦ ἀποστόλου ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῦ πρωτοτόκου τὸ ὄνομα, διαφόρως δὲ καὶ οὐ κατὰ τὸν αὐτὸν τρόπον τοῦ ὀνόματος τούτου τὴν μνήμην πεποίηται. νῦν μὲν γάρ φησι πρωτότοκον πάσης τῆς κτί σεως, πάλιν δὲ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, εἶτα πρω τότοκον ἐκ τῶν νεκρῶν, ἐν δὲ τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἀπόλυτόν ἐστιν ἐφ' ἑαυτοῦ μνημονευθὲν τοῦ πρωτοτόκου τὸ ὄνομα. λέγει γὰρ οὕτως· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτό τοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ 3.2.46 πάντες ἄγγελοι αὐτοῦ. οὕτω δὲ τούτων διῃρημένων, κα λῶς ἂν ἔχοι ἕκαστον τούτων ἐφ' ἑαυτοῦ διελέσθαι χωρίς, πῶς τῆς κτίσεώς ἐστι πρωτότοκος καὶ πῶς ἐν πολλοῖς ἀδελφοῖς καὶ πῶς ἀπὸ τῶν νεκρῶν καὶ πῶς ἐφ' ἑαυτοῦ χωρὶς ἑκάστου τούτων μνημονευθείς, ὅταν πάλιν εἰσάγηται εἰς τὴν οἰκουμένην, προσκυνεῖται ὑπὸ πάντων τῶν ἀγγέλων αὐτοῦ. οὐκοῦν ἀπὸ τῶν τελευταίων, εἰ δοκεῖ, τῆς τῶν προκειμένων θεωρίας ἀρξώμεθα. 3.2.47 Ὅταν πάλιν εἰσαγάγῃ, φησί, τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην. ἡ τοῦ πάλιν προσθήκη τὸ μὴ πρώτως γίνεσθαι τοῦτο διὰ τῆς κατὰ τὴν λέξιν ταύτην σημασίας ἐνδείκνυται· ἐπὶ γὰρ τῆς ἐπαναλήψεως τῶν ἅπαξ γεγονότων τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῷ τέλει τῶν αἰώνων φοβερὰν τοῦ κριτοῦ ἐπιφάνειαν σημαίνει τῷ λόγῳ, ὅτε οὐκέτι ἐν τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ' ἐπὶ τοῦ θρόνου τῆς βασιλείας μεγαλοπρεπῶς προκαθήμενος καὶ ὑπὸ τῶν 3.2.48 ἀγγέλων πάντων τῶν περὶ αὐτὸν προσκυνούμενος. διὰ τοῦτο ὁ ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τε καὶ ἀδελφῶν καὶ πάσης τῆς κτίσεως, ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἰκουμένην, ὁ κρίνων πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο, ἀλλ' ὡς ἐν ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει τῷ ὑπὲρ πᾶν ὄντι ὄνομα, οὕτως καὶ τὸν ἐν τῷ ὀνόματι τοῦ πρωτοτόκου γενόμενον προσκυνεῖ ἅπαν τῶν ἀγγέλων τὸ πλήρωμα, τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευ φραινόμενον, ἣν διὰ τοῦ γενέσθαι ἡμῶν πρωτότοκος πάλιν 3.2.49 εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο. ἐπειδὴ γὰρ χαρὰ γίνεται τοῖς ἀγγέλοις ἐπὶ τοῖς ἀνασῳζομένοις ἐξ ἁμαρτίας, διότι μέχρι τοῦ νῦν συστενάζει ἡ κτίσις ἐκείνη καὶ συνω δίνει τῇ καθ' ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν ἀπώλειαν, ὅταν ἡ ἀποκάλυψις γένηται τῶν υἱῶν τοῦ θεοῦ, ἣν ὑπὲρ ἡμῶν ἀεὶ καραδοκοῦσι καὶ ἀπεκδέ χονται, καὶ ὅταν ἀποσωθῇ τῇ ἄνω ἑκατοντάδι τὸ πρόβατον (ἡμεῖς δὲ πάντως ἐσμέν, ἡ ἀνθρωπίνη φύσις, τοῦτο τὸ πρό βατον, ὃ διὰ τοῦ γενέσθαι πρωτότοκος ὁ ἀγαθὸς ποιμὴν ἀνεσώσατο), τότε διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ ὑπὲρ ἡμῶν εὐχαριστίᾳ προσάξουσι τῷ θεῷ τὴν προσκύνησιν τῷ διὰ τῆς πρωτοτοκίας ἀνακαλεσαμένῳ τὸν τῆς πατρῴας ἑστίας ἀπο φοιτήσαντα. 3.2.50 Τούτων δὲ οὕτως ἡμῖν νοηθέντων οὐκέτ' ἄν τις περὶ τῶν λοιπῶν