288
ἀμφιβάλλοι, ὅτου χάριν ἢ <ἐκ> νεκρῶν γίνεται πρωτότοκος ἢ κτίσεως ἢ ἐν πολλοῖς ἀδελφοῖς. πάντα γὰρ ταῦτα πρὸς τὸν αὐτὸν σκοπὸν βλέπει, κἂν ἑκάστῳ τι κατὰ τὸ ἰδιάζον ἐμφαίνηται νόημα. πρωτότοκος γὰρ ἐκ νεκρῶν γίνεται ὁ πρῶτος δι' ἑαυτοῦ τὰς ὠδῖνας τοῦ θανάτου λύσας 3.2.51 ἵνα καὶ πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν πρωτότοκος γινόμενος ὁ τοῦ καινοῦ τῆς παλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι, οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο, δι' οὗ τοὺς συμμετασχόντας αὐτῷ τῆς ὁμοίας γεννήσεως ἀδελφοὺς ἑαυτοῦ ποιεῖ, καὶ πρωτότοκος γίνεται τῶν μετ' αὐτὸν γεν νωμένων ἐκ τοῦ ὕδατός τε καὶ τοῦ πνεύματος· καὶ συνε λόντι φάναι, τριῶν οὐσῶν ἐν ἡμῖν τῶν γεννήσεων, δι' ὧν ζωοποιεῖται ἡ ἀνθρωπίνη φύσις, τῆς μὲν ἀπὸ σώματος, τῆς δὲ κατὰ τὸ τῆς παλιγγενεσίας μυστήριον, τῆς δὲ διὰ τῆς ἐλπιζομένης ἐκ τῶν νεκρῶν πάλιν ἀναστάσεως, ἐν ταῖς τρισὶ πρωτότοκος γίνεται, τῆς μὲν διπλῆς παλιγγενεσίας τῆς δι' ἀμφοτέρων ἐνεργουμένης, διά τε τοῦ βαπτίσματος καὶ διὰ τῆς ἀναστάσεως, αὐτὸς γενόμενος ἀρχηγὸς καθ' ἑκάτερον· ἐν δὲ τῇ σαρκὶ πρωτότοκος γίνεται πρῶτος καὶ μόνος τὸν ἄγνωστον τῇ φύσει τόκον ἐφ' ἑαυτοῦ διὰ τῆς παρθενίας καινοτομήσας, οὗ μηδεὶς ἐν ταῖς τοσαύταις τῶν 3.2.52 ἀνθρώπων γενεαῖς καθηγήσατο. εἰ ταῦτα τοίνυν κατὰ λόγον νενόηται, οὐδὲ τὸ τῆς κτίσεως σημαινόμενον, ἧς πρωτότοκός ἐστιν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν, τήν τε πρώτην καθ' ἣν ἐπλάσθημεν καὶ τὴν δευτέραν καθ' ἣν ἀνεπλάσθημεν, ἀλλ' οὐκ ἂν ἦν τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς 3.2.53 παρακοῆς ἠχρειώσαμεν. ἐκείνης τοίνυν παλαιωθείσης τε καὶ ἀφανισθείσης ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθώς φησιν ὁ ἀπόστολος, ὃς οὐδὲν ἔτι τῶν πεπαλαιωμένων ἐπὶ τῆς δευτέρας κτίσεως ἀξιοῖ βλέπειν, Ἀπεκδυσάμενοι, λέγων, τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ· Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, καὶ Εἴ τις ἐν Χριστῷ, φησί, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά· εἷς γὰρ καὶ ὁ αὐτὸς τῆς ἀνθρωπίνης φύσεως ποιητὴς καὶ τὸ 3.2.54 κατ' ἀρχὰς καὶ τὸ μετὰ ταῦτα. τότε λαβὼν χοῦν ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασε, πάλιν λαβὼν τὸν ἐκ τῆς παρθενίας χοῦν οὐχ ἁπλῶς τὸν ἄνθρωπον ἔπλασεν, ἀλλ' ἑαυτῷ περιέπλασε· τότε ἔκτισε, μετὰ ταῦτα ἐκτίσθη· τότε ὁ λόγος σάρκα ἐποίησε, μετὰ ταῦτα ὁ λόγος σὰρξ ἐγένετο, ἵνα μετασκευάσῃ πρὸς πνεῦμα τὴν ἡμετέραν σάρκα διὰ τοῦ συμμετασχεῖν ἡμῖν σαρκός τε καὶ αἵματος. ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη, πάντων ἀπαρχὴ γενόμενος καὶ τῶν εἰς ζωὴν γεννωμένων καὶ τῶν δι' ἀναστάσεως νεκρῶν ζωο ποιουμένων, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ καὶ ὅλον 3.2.55 διὰ τῆς ἐν ἑαυτῷ ἀπαρχῆς συναγιάσῃ τὸ φύραμα. ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ υἱῷ τὸ πρωτότοκον, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται. ὁ γὰρ ἀληθῶς μονογενὴς ἀδελφοὺς οὐκ ἔχει. πῶς <γὰρ> ἄν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος; ἀλλ' ὡς λέγεται θεὸς καὶ ἄνθρωπος, υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου, μορφὴ [γὰρ] θεοῦ καὶ μορφὴ δούλου, τὰ μὲν κατὰ τὴν ὑπερέ χουσαν φύσιν ὤν, τὰ δὲ κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος, οὕτω καὶ μονογενὴς θεὸς ὢν πρωτότοκος πάσης κτίσεως γίνεται, μονογενὴς μὲν ὁ ὢν ἐν τῷ πατρῴῳ κόλπῳ, ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σῳζομένοις πρωτότοκος 3.2.56 τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος. εἰ δέ, καθὼς ἡ αἵρεσις βούλεται, διὰ τὸ προκατεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς παρ' αὐτῶν περὶ τοῦ μονογενοῦς θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. οὐ γὰρ τοῦτό φασιν, ὅτι παρὰ τοῦ πατρὸς ὁμοίως ὅ τε υἱὸς καὶ τὰ πάντα ἐγένετο, ἀλλὰ 20ποίημα20 μὲν τοῦ πατρὸς τὸν 3.2.57 μονογενῆ θεὸν λέγουσιν, τούτου δὲ τὰ ἄλλα πάντα. ᾧ 3.2.57 τοίνυν λόγῳ κτισθῆναι τὸν υἱὸν δογματίζοντες πατέρα τοῦ κτίσματος τὸν θεὸν ὀνομάζουσι, τῷ αὐτῷ λόγῳ πάντως