289
παρὰ τοῦ μονογενοῦς θεοῦ τὰ πάντα κατεσκευάσθαι λέ γοντες οὐ πρωτότοκον τῶν δι' αὐτοῦ γεγενημένων, ἀλλὰ πατέρα κυριώτερον αὐτὸν ὀνομάσουσι, τῆς αὐτῆς ἐπ' ἀμφο τέρων πρὸς τὰ κτίσματα σχέσεως τὴν αὐτὴν κατὰ τὸ ἀκό λουθον προσηγορίαν ποιούσης. εἰ γὰρ κυρίως τοῦ ἰδίου κτίσματος ὁ ἐπὶ πάντων θεὸς οὐ πρωτότοκος, ἀλλὰ πατὴρ ὀνομάζεται, τῷ αὐτῷ λόγῳ πάντως καὶ τῶν ἰδίων κτισμά των πατὴρ ὁ μονογενὴς θεός, οὐ πρωτότοκος κυρίως ὀνο μασθήσεται, ὡς ἄκυρον κατὰ πάντα καὶ παρέλκουσαν εἶναι τοῦ πρωτοτόκου τὴν προσηγορίαν, ἐπὶ τῆς αἱρετικῆς ἐννοίας χώραν οὐκ ἔχουσαν. 3.2.58 Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεν νηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γὰρ λέγειν, ὅτι 20συνέζευκται20 πάντως 20τῇ γεννήσει20 τὸ 20πάθος20, καὶ διὰ τοῦτο χρῆναι τῆς κατὰ τὴν γέννησιν ὑπολήψεως ἀλλοτρίως ἔχειν τὸν υἱὸν οἴεσθαι, ὡς ἂν καθαρῶς ἔξω πά θους διαμένοι τὸ θεῖον, τοῖς μὲν εὐεξαπατήτοις ἴσως ἄν τινα λόγον ἔχειν δοκοίη, τοῖς δὲ πεπαιδευμένοις τὰ θεῖα 3.2.59 μυστήρια πρόχειρος ἐκ τῶν ὁμολογουμένων ὁ ἔλεγχος. τίς γὰρ οὐκ οἶδεν, ὅτι ἡ γέννησις ἡμᾶς εἰς τὴν ἀλη θινήν τε καὶ μακαρίαν ἀνάγει ζωήν, οὐχ ἡ αὐτὴ οὖσα τῇ ἐξ αἱμάτων καὶ θελήματος σαρκὸς συνισταμένῃ, ἐν ᾗ καὶ ῥύσις καὶ μεταβολὴ καὶ ἡ κατ' ὀλίγον πρὸς τε λείωσιν αὔξησις καὶ ὅσα ἄλλα περὶ ταύτην θεωρεῖται τὴν γέννησιν· ἡ δὲ ἑτέρα ἐκ τοῦ θεοῦ καὶ οὐράνιος καί, καθώς φησί που τὸ εὐαγγέλιον, ἄνωθεν εἶναι πεπιστευμένη, ἥτις τὰ σαρκὸς καὶ τὰ αἵματος οὐ παραδέχεται πάθη; ἢ τολ μησάτωσαν οἱ ἐναντίοι τῶν δύο τὸ ἕτερον ἀποφήνασθαι, ἢ 3.2.60 μὴ εἶναι τὴν ἄνωθεν γέννησιν ἢ διὰ πάθους εἶναι. ἀλλὰ μὴν καὶ εἶναι συντίθενται καὶ τὸ πάθος ἐπ' αὐτῆς οὐχ εὑρίσκουσιν. οὐκοῦν οὐ πᾶσα γέννησις τῷ πάθει συμπέ φυκεν, ἀλλ' ἐμπαθὴς μὲν ἡ ὑλική, καθαρὰ δὲ πάθους ἡ ἄϋλος. τίς οὖν ἡ ἀνάγκη τὰ τῆς σαρκὸς ἴδια τῇ ἀκηράτῳ τοῦ υἱοῦ γεννήσει προστρίβεσθαι καὶ διὰ τοῦ κωμῳδεῖν τὴν κάτω γέννησιν τῇ ἀσχήμονι φυσιολογίᾳ τῆς πατρικῆς οἰκειό 3.2.61 τητος τὸν υἱὸν ἀποκλείειν; εἰ γὰρ καὶ ἐφ' ἡμῶν γέννησις μὲν ἑκατέρας καθηγεῖται ζωῆς, ἀλλ' ἡ μὲν διὰ σαρκὸς ἐμπαθῶς, ἡ δὲ πνευματικὴ καθαρῶς, καὶ οὐκ ἄν τις ἀντ είποι τῷ λόγῳ τῶν καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμου μένων, πῶς ἔστιν ἐπὶ τῆς ἀκηράτου φύσεως γέννησιν ἐννοή σαντα πάθος ὑπολογίζεσθαι; 3.2.62 Ἔτι δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν. εἰ διὰ τὸ περὶ τὴν σάρκα πάθος ἀπιστοῦσι τῇ ἀπαθείᾳ τῆς θείας γεννήσεως, ἐκ τῶν αὐτῶν ὑποδειγμάτων, τῶν ἐν ἡμῖν λέγω, μηδὲ δημιουργεῖν ἀπαθῶς τὸν θεὸν πιστευέτω σαν. εἰ γὰρ πρὸς τὰ ἡμέτερα τὸ θεῖον κρίνουσιν, οὔτε γεννᾶν τὸν θεὸν οὔτε κτίζειν ὁμολογήσουσι· τούτων γὰρ 3.2.63 οὐθέτερον ἐν ἡμῖν ἀπαθῶς ἐνεργεῖται. ἢ οὖν ἀμφότερα τῆς θείας φύσεως χωριζέτωσαν, τὴν κτίσιν τε καὶ τὴν γέννησιν, ἵνα δι' ἑκατέρων τῷ θεῷ τὴν ἀπάθειαν φυλά ξωσι, καὶ καθόλου τὴν εἰς τὸν μονογενῆ πίστιν ἐκ τοῦ δόγματος αὐτῶν ἐκβαλλέτωσαν, ὡς ἂν ἔξω πάθους ὁ πατὴρ φυλάσσοιτο, μήτε κάμνων ἐν τῷ κτίζειν μήτε ἐν τῷ γεννᾶν μολυνόμενος· ἢ εἰ τὸ ἕτερον ἀπαθῶς ἐνεργεῖσθαι συγχω ροῦσι παρὰ τῆς θείας δυνάμεως, μηδὲ περὶ τοῦ ἄλλου ζυγομαχείτωσαν· εἰ γὰρ κτίζει δίχα πόνου καὶ ὕλης, καὶ 3.2.64 γεννᾷ πάντως δίχα πόνου καὶ ῥύσεως. ἔχω δὲ πάλιν καὶ πρὸς τοῦτον τὸν λόγον συνηγοροῦντά μοι τὸν Εὐνόμιον. λέξω δὲ συντεμὼν ἐν ὀλίγῳ τὴν φλυαρίαν αὐτοῦ, πᾶσαν διὰ βραχέων ἐπιδραμὼν τὴν διάνοιαν ὅτι 20οἱ ἄν θρωποι οὐ τὰς ὕλας ἡμῖν κατασκευάζουσιν, ἀλλὰ τὸ εἶδος μόνον ἐπιτεχνῶνται τῇ ὕλῃ20· αὕτη τῶν παρ' αὐτοῦ ῥηθέντων διὰ πολλῆς φλυαρίας ἐστὶν 3.2.65 ἡ διάνοια. εἰ οὖν ἐν τῇ κάτω γεννήσει σύλληψιν καὶ διάπλασιν ἐννοῶν ἀπαγορεύει διὰ τοῦτο τὴν καθαρὰν τῆς γεννήσεως ἔννοιαν, ἀκολούθως κατὰ τὸν αὑτοῦ λόγον τῆς ὧδε κτίσεως περὶ τὸ εἶδος πονούσης, ὕλην δὲ συνεκπορίζειν τῷ εἴδει μὴ δυναμένης, ἀπαγορευέτω διὰ τοῦτο καὶ δη μιουργὸν εἶναι τὸν πατέρα οἴεσθαι. εἰ δὲ μὴ βούλεται κατὰ τὸ ἀνθρώπινον τῆς δυνάμεως μέτρον ἐπὶ τοῦ θεοῦ τὴν κτίσιν νοεῖν, μηδὲ τὴν