290
θείαν γέννησιν ἐκ τῶν ἀνθρωπίνων διαβαλλέτω. 3.2.66 Ὡς δ' ἂν μᾶλλον αὐτοῦ τὸ ἀκριβές τε καὶ περιεσκεμμένον ἐν τοῖς λεγομένοις φανερὸν κατασταίη, μικρόν τι τῶν παρ' αὐτοῦ ῥηθέντων πάλιν ἐπαναλήψομαι. φησὶ γὰρ 20τὰ ποιοῦντα καὶ πάσχοντα κοινωνεῖν ἀλλήλοις τῆς φύσεως20, καὶ μετὰ τὴν ἐκ σωμάτων γέννησιν 20τὰς τεχνικὰς ἐπὶ τῶν ὑλῶν δημιουργίας20 ἐκτίθεται. σκεψάσθω τοίνυν ὁ ἀγχίνους ἀκροατὴς διὰ τούτων πῶς ἐκπίπτει τοῦ ἰδίου σκοποῦ, τοῖς ἀεὶ κατὰ τὸ συμβὰν παρευ ρισκομένοις ἐπιπλανώμενος. τὸ ποιοῦν καὶ πάσχον ἐν τοῖς διὰ σαρκὸς γινομένοις ἐπὶ τῆς αὐτῆς οὐσίας ὁρᾷ, ὡς τοῦ 3.2.67 μὲν μεταδιδόντος τῆς οὐσίας, τοῦ δὲ μετέχοντος. οὕτως οἶδε δι' ἀκριβείας ἐν τῇ τῶν ὄντων φύσει ὁρᾶν τὴν ἀλή θειαν, ὥστε χωρίζειν τῆς οὐσίας τὸν μεταδιδόντα καὶ τὸν μετέχοντα καὶ ἄλλον ἐφ' ἑαυτοῦ δίχα τῆς οὐσίας εἶναι λέγειν τούτων ἑκάτερον. ὁ γὰρ μεταλαμβάνων ἢ μεταδι δοὺς ἕτερος πάντως ἐστὶ παρὰ τὸ μετεχόμενον τε καὶ διδό μενον, ὡς δεῖν πρότερον ἐφ' ἑαυτοῦ νοεῖσθαί τινα καθ' ὑπόστασιν ἰδίαν ὁρώμενον, εἶθ' οὕτω λέγειν περὶ αὐτοῦ ἢ 3.2.68 διδόναι ὃ ἔχει ἢ ὃ μὴ ἔχει προσίεσθαι. καὶ τοῦτον οὕτως ἐπιγελάστως ἐκπτύσας τὸν λόγον τῷ ἐφεξῆς πάλιν ἑαυτὸν ἀνατρέπων ὁ σοφὸς οὐκ αἰσθάνεται. καὶ γὰρ ὁ τὴν ὑπο κειμένην ὕλην διὰ τῆς τέχνης πρὸς τὸ δοκοῦν σχηματίζων ποιεῖ τι πάντως διὰ τῆς ἐνεργείας, καὶ ἡ ὕλη παρὰ τοῦ ἐνεργοῦντος τὴν τέχνην ἐν τῷ πάσχειν τὸν σχηματισμὸν ἀναδέχεται· οὐ γὰρ ἀπαθὴς καὶ ἀντίτυπος ἡ ὕλη μένουσα 3.2.69 τὴν ἐκ τῆς τέχνης μορφὴν παραδέχεται. εἰ τοίνυν καὶ ἐπὶ τῶν κατὰ τέχνην ἐνεργουμένων οὐκ ἄν τι γένοιτο μὴ πά θους καὶ ἐνεργείας συνδεδραμηκότων ἀλλήλοις πρὸς τὸ γι νόμενον, πῶς ἔστι διὰ τούτων ἐφεστάναι τοῖς παρ' ἑαυτοῦ λεγομένοις τὸν λογογράφον οἴεσθαι, ὃς ἐν πάθει καὶ ἐνερ γείᾳ τὴν κοινωνίαν τῆς οὐσίας ἀποφαινόμενος κινδυνεύει μὴ μόνον τῷ γεννηθέντι προσμαρτυρεῖν πως πρὸς τὸν γε γεννηκότα τὸ κοινὸν τῆς οὐσίας, ἀλλὰ καὶ πᾶσαν τὴν κτίσιν τῷ πεποιηκότι ποιεῖν ὁμοούσιον, εἴπερ τὸ ποιοῦν καὶ τὸ πάσχον ὁμογενῶς ἔχειν ἀλλήλοις κατὰ τὴν φύσιν ὁρί 3.2.70 ζεται. οὐκοῦν δι' ὧν κατασκευάζει ὃ βούλεται, διὰ τούτων ἀνατρέπει τὸ σπουδαζόμενον, ἰσχυροτέραν τῇ παρ' ἑαυτοῦ μάχῃ ποιῶν τὴν τοῦ "1ὁμοουσίου"2 δόξαν. εἰ γὰρ ἡ μὲν ἔκ τινος γέννησις τὴν τοῦ γεγεννηκότος οὐσίαν ἐν τῷ γεν νηθέντι δείκνυσιν, ἡ δὲ τεχνικὴ κατασκευὴ δι' ἐνεργείας τε καὶ πάθους ἀποτελουμένη κατὰ τὸν τούτου λόγον εἰς κοινωνίαν οὐσίας ἄγει τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, γε γεννῆσθαι τὸν κύριον πολλαχῇ τῶν ἰδίων συγγραμμάτων ὁ 3.2.71 λογογράφος κατασκευάζων, ἄρα δι' ὧν ἀλλοτριοῖ τῆς τοῦ πατρὸς οὐσίας τὸν κύριον, διὰ τούτων αὐτῷ προσμαρτυρεῖ τὴν συνάφειαν. εἰ γὰρ μήτε διὰ γεννήσεως μήτε διὰ κατα σκευῆς κατὰ τὸν τούτου λόγον ὁ τῆς οὐσίας χωρισμὸς καθορᾶται, ὅπερ ἂν δῷ εἶναι τὸν κύριον, εἴτε κτιστὸν εἴτε γέννημα, δι' ἀμφοῖν τὸ κατ' οὐσίαν οἰκεῖον προσεμαρτύ ρησεν ὁ ἐν τῷ ποιοῦντι καὶ πάσχοντι, γεννῶντι καὶ γεννω μένῳ τὴν τῆς φύσεως κοινωνίαν τεχνολογήσας. 3.2.72 Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου τραπώμεθα. παραι τοῦμαι δὲ τοὺς ἐντυγχάνοντας μὴ δυσχεραίνειν τῇ ἀκριβείᾳ τῆς ἐξετάσεως εἰς πλῆθος ἀκούσιον προαγούσῃ τὸν λόγον. οὐ γὰρ περὶ τῶν τυχόντων ὁ κίνδυνος, ὥστε τι παραδρα μόντας τῶν φιλοπονωτέρας δεομένων τῆς θεωρίας ἐν ὀλίγῳ τὴν ζημίαν παθεῖν, ἀλλ' αὐτῷ τῷ κεφαλαίῳ τῆς ἐλπίδος ἐγκινδυνεύομεν. πρόκειται γὰρ ἢ Χριστιανοὺς εἶναι, μὴ συμπαρενεχθέντας ὑπὸ τῆς αἱρετικῆς ἀπωλείας, ἢ πάντως πρὸς Ἰουδαϊκάς τε καὶ Ἑλληνικὰς ὑπολήψεις κατασυρῆναι. 3.2.73 ὡς ἂν οὖν μηθέτερον πάθοιμεν τῶν ἀπειρημένων, μήτε διὰ τῆς ἀρνήσεως τοῦ ἀληθῶς γεννηθέντος υἱοῦ τοῖς Ἰουδαϊκοῖς δόγμασι συμφερόμενοι, μήτε διὰ τῆς τοῦ κτίσματος προσ κυνήσεως τῷ πτώματι τῶν εἰδωλολατρούντων συγκαταπί πτοντες, ἀναγκαίως προσδιατρίψωμεν τῷ περὶ τούτων λόγῳ, θέντες αὐτὴν τοῦ Εὐνομίου τὴν ῥῆσιν ἔχουσαν οὕτως· 20οὕτω δὲ τούτων διῃρημένων, εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐν εργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυ