291
τὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιή ματος καὶ κτίσματος προσηγορίας20· καὶ μετ' ὀλίγα· 20μόνος δὲ ὁ υἱός20, φησί, 20τῇ τοῦ πατρὸς ἐν εργείᾳ συστὰς ἀκοινώνητον ἔχει τήν τε φύσιν 3.2.74 καὶ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν20. τὰ μὲν οὖν εἰρημένα τοιαῦτα. ἡμεῖς δὲ πρῶτον μὲν τῶν ἐχθρῶν τὴν πρὸς ἑαυτοὺς μάχην κατανοήσωμεν, οἷόν τινες θεαταὶ πολεμίων γενόμενοι πρὸς ἀλλήλους στασιαζόντων, εἶθ' οὕτως ἀντιπαραδείξωμεν τὴν τῆς εὐσεβείας ἀλήθειαν. μόνος, φησίν, ὁ υἱὸς τῇ τοῦ πατρὸς ἐνεργείᾳ συστὰς ἀκοινώνητον ἔχει τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. ἐν δὲ τοῖς πρὸ τούτου τὸν γεννητὸν γέννημα λέγειν μὴ παραιτεῖσθαί φησι, τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν. 3.2.75 Οὕτω τοίνυν προδήλου τῆς ἐν τοῖς εἰρημένοις οὔσης ἐναντιότητος, θαυμάζειν ἔπεισί μοι τῆς ἀγχινοίας τοὺς ἐπαινέτας τούτου τοῦ δόγματος. ἄπορον γὰρ ἂν εἴη πρὸς ὅ τι τῶν εἰρημένων παρ' αὐτοῦ τραπέντες οὐκ ἂν πλημμε λοῖεν εἰς τὸ λειπόμενον. ὁ πρότερος κατεσκεύαζε λόγος αὐτῷ τὴν γεννηθεῖσαν οὐσίαν καὶ τὴν τοῦ υἱοῦ προσηγορίαν τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν. ἡ νῦν τεχνολογία τὸ ἐναντίον φησίν, ἀκοινώνητον ἔχειν τὸν υἱὸν τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. ἐὰν τῷ πρώτῳ πιστεύ σωσι, οὐ παραδέξονται πάντως τὸ δεύτερον· ἐὰν πρὸς τοῦτο 3.2.76 ῥέψωσι, κατὰ τῆς προτέρας ὑπολήψεως στήσονται. τίς αὐτοῖς διαλύσει τὴν μάχην, τίς μεσιτεύσει τῷ ἐμφυλίῳ πολέμῳ, τίς συμβιβάσει πρὸς συμφωνίαν τὴν στάσιν, αὐτῆς τῆς ψυχῆς πρὸς ἑαυτὴν ἐκ τῶν λεγομένων μεριζομένης καὶ πρὸς τὴν ἐναντιότητα τῶν δογμάτων διελκομένης; ἢ τοῦτο τῆς προφητείας ἐστὶ τάχα τὸ αἴνιγμα, ὃ περὶ τῶν Ἰουδαίων φησὶν ὁ ∆αβὶδ ὅτι ∆ιεσχίσθησαν καὶ οὐ κατε νύγησαν. ἰδοὺ γὰρ οὐδὲ πρὸς τὴν ἐναντίωσιν τῶν δογμάτων διασχιζόμενοι τὴν τοῦ πλημμελήματος αἴσθησιν ἔχουσιν, ἀλλὰ φέρονται διὰ τῶν ὤτων, ἀμφορέων δίκην πρὸς τὸ 3.2.77 δοκοῦν τῷ μετατιθέντι περιαγόμενοι. ἤρεσεν αὐτῷ τὴν γεννηθεῖσαν οὐσίαν προσφυῶς τὴν τοῦ υἱοῦ προσηγορίαν ἔχειν εἰπεῖν· εὐθὺς καθάπερ οἱ νυστάζοντες τοῖς εἰρημένοις ἐπένευσαν. μετέθετο πάλιν πρὸς τοὐναντίον τὸν λόγον καὶ ἀρνεῖται τοῦ υἱοῦ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν· πάλιν οἱ φίλτατοι καὶ τούτῳ συνανανεύουσιν, ὥσπερ αἱ τῶν σω μάτων σκιαὶ τῇ αὐτομάτῳ μιμήσει πρὸς τὴν τοῦ προάγοντος συμμετασχηματίζονται κίνησιν, ὅπῃπερ ἂν ἐθέλῃ, πρὸς τοῦτο ῥέποντες, κἂν ἑαυτῷ μάχηται, καὶ τοῦτο καταδεχόμενοι. ἄλλος τις οὗτος Ὁμηρικὸς κυκεών, οὐ τὰ σώματα τῶν φαρ μακευομένων ἀλλάσσων εἰς ἀλόγων μορφάς, ἀλλὰ κατὰ τῶν ψυχῶν ἐνεργῶν τὴν ἐπὶ τὸ ἄλογον αὐτῶν μεταμόρφωσιν. 3.2.78 περὶ μὲν γὰρ ἐκείνων ὁ λόγος φησὶν ὅτι βέβαιος αὐτοῖς ὁ νοῦς ἦν, ἀλλοιωθέντος πρὸς τὸ θηριῶδες τοῦ εἴδους· ἐν ταῦθα δὲ τῶν σωμάτων αὐτοῖς ἐν τῷ κατὰ φύσιν διαμενόν των πρὸς τὸ ἄλογον αἱ ψυχαὶ μεταπλάσσονται. καὶ ὥσπερ ἐκεῖ φησιν ἡ ποιητικὴ τερατεία εἰς διαφόρων θηρίων εἴδη τοὺς φαρμακευθέντας ἀλλάσσεσθαι κατὰ τὸ ἀρέσκον τῇ παρασοφιζομένῃ τὴν φύσιν, τὰ αὐτὰ καὶ νῦν γίνεται παρὰ 3.2.79 τοῦ Κιρκαίου τούτου κρατῆρος. οἱ γὰρ ἐμπίνοντες τῆς γεγοητευμένης ἀπάτης ἐκ τοῦ αὐτοῦ συγγράμματος εἰς δια φόρους δογμάτων μορφὰς ἀλλοιοῦνται, νῦν μὲν τούτῳ, πάλιν δὲ τῷ ἑτέρῳ μορφούμενοι. καὶ ἐπὶ τούτοις οἱ γλυκύτατοι κατὰ τὴν τοῦ μύθου διασκευὴν ἀγαπῶσιν ἔτι τὸν τῆς τοι αύτης ἀλογίας αὐτοῖς ἐξηγούμενον καὶ οἷόν τινα καρπὸν κρανείας ἢ βάλανον τοὺς διαρριπτουμένους παρ' αὐτοῦ λό γους ὑποκεκυφότες ἐκλέγουσιν, συῶν δίκην πρὸς τὰ χαμαιρ ριφῆ τῶν δογμάτων λαιμάργως ἐπιτρέχοντες, τοῖς δὲ ὑψη λοῖς τε καὶ οὐρανίοις ἐνατενίζειν φύσιν οὐκ ἔχοντες. διὰ τοῦτο τὴν ἐπὶ τὰ ἐναντία τοῦ λόγου παρατροπὴν οὐχ ὁρῶ σιν, ἀλλὰ τὸ ἐπ' αὐτοὺς ἐλθὸν ἀνεξετάστως ἁρπάζουσιν, 3.2.80 οἷον δὴ ἂν ᾖ· καὶ καθάπερ φασὶ τῶν διὰ μανδραγόρου κεκαρωμένων κώματί τινι καὶ δυσκινησίᾳ κρατεῖσθαι τὰ σώματα, τὸν αὐτὸν τρόπον καὶ τούτοις διάκειται τὰ τῆς ψυχῆς αἰσθητήρια, πρὸς τὴν