292
σύνεσιν τῆς ἀπάτης ἀποναρκή σαντα. δεινὸν μὲν οὖν καὶ τοῖς κεκρυμμένοις δόλοις ἔκ τινος παραλογισμοῦ κατὰ τὸ λεληθὸς ἐνσχεθῆναι, πλὴν ἀλλὰ συγγνωστὸν τὸ ἀτύχημα, ὅταν ἀκούσιον ᾖ· τὸ δ' ἐκ προνοίας τινὸς καὶ σπουδῆς τοῦ κακοῦ τὴν πεῖραν ἐφέλ κεσθαι, μὴ ἀγνοοῦντα τὴν συμφοράν, πᾶσαν ὑπερβολὴν 3.2.81 δυστυχημάτων παρέρχεται. πῶς γὰρ οὐκ ἄξιον σχετλιάζειν, ὅταν ἀκούωμεν ὅτι καὶ τῶν ἰχθύων οἱ λίχνοι γυμνὸν μὲν προσεγγίζοντα τὸν σίδηρον φεύγουσι, πρὸς δὲ τὸ δέλεαρ ἀπατώμενοι τροφῆς ἐλπίδι κατασπῶσι τὸ ἄγκιστρον, ἐν οἷς δὲ πρόδηλόν ἐστι τὸ κακὸν αὐτομολεῖν ἑκουσίως ἐπὶ τὸν ὄλεθρον τοῦτον καὶ τῆς τῶν ἰχθύων ἀλογίας ἐστὶν ἀθλιώ τερον. οἱ μὲν γὰρ πρὸς τὸν κεκαλυμμένον διὰ γαστριμαρ γίας ὑπήχθησαν ὄλεθρον, οἱ δὲ γυμνὸν περιχαίνουσι τῆς ἀσεβείας τὸ ἄγκιστρον, διά τινος ἀλόγου προσπαθείας ἀγα πῶντες τὸν ὄλεθρον. τί γὰρ ἂν ταύτης τῆς ἐναντιότητος γένοιτο προδηλότερον ἢ τὸ λέγειν, ὅτι ὁ αὐτὸς καὶ ἐγεν νήθη καὶ κτίσμα ἐστὶ καὶ τὸ προσφυὲς ἔχει τῆς τοῦ υἱοῦ κλήσεως καὶ πάλιν ἀλλοτριοῦται τῆς τοῦ υἱοῦ σημασίας; ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. 3.2.82 Χρήσιμον δ' ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν ἐξετα σθέντα διὰ τὸ προφανὲς τῆς τῶν εἰρημένων ἐναντιότητος προχείρως ἡμᾶς ἐκίνησεν ἐκ τῶν τελευταίων τῆς ἀντιρρή σεως ἄρξασθαι. εἴρηται τοίνυν κατὰ τὴν ἀρχὴν παρὰ τοῦ Εὐνομίου ταῦτα· 20οὕτω δὲ τούτων διῃρημένων, εἰ κότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννή ματος καὶ ποιήματος καὶ κτίσματος προση 3.2.83 γορίας20. πρῶτον τοίνυν ὑπομνησθῆναι τοὺς τῷ λόγῳ προσέχοντας βούλομαι ὅτι 20κυριωτάτην20 εἶναι καὶ τὴν τοῦ πατρὸς οὐσίαν ἐν τῇ πρώτῃ λογογραφίᾳ φησί, διὰ τού των προαγαγὼν τῶν ῥημάτων τὸν λόγον ὅτι 20πᾶς ὁ τῶν καθ' ἡμᾶς δογμάτων συμπληροῦται λόγος ἐκ τῆς ἀνωτάτω καὶ κυριωτάτης οὐσίας20. καὶ ἐν ταῦθα 20κυριωτάτην20 λέγει καὶ 20πρώτην20 τοῦ μονογενοῦς τὴν οὐσίαν. οὐκοῦν συνθέντες ἀφ' ἑκατέρου βιβλίου τὰς Εὐνομίου φωνὰς αὐτὸν τοῦτον παραστησόμεθα μάρτυρα τοῦ κοινοῦ τῆς οὐσίας τὸν ἑτέρωθί που τὸ τοιοῦτον ἀποφη νάμενον, ὅτι 20ὧν αἱ αὐταὶ προσηγορίαι, τούτων 3.2.84 οὐδὲ ἡ φύσις διάφορος20. οὐ γὰρ ἂν διεστῶτα τῇ φύσει τῇ ταὐτότητι τῶν προσηγοριῶν διεσήμαινεν ὁ ἑαυτῷ μαχό μενος. ἀλλ' ἐπειδὴ εἷς ἐν πατρὶ καὶ υἱῷ ὁ τῆς οὐσίας λόγος, διὰ τοῦτο πάντως κυριωτάτην μὲν ἐκείνην, κυριω τάτην δὲ καὶ ταύτην εἶναί φησι. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ ἡ τῶν ἀνθρώπων συνήθεια, μηδενὶ τὸ κυριώτατον ἐφαρμό ζουσα, ᾧ μὴ συναληθεύεται τῇ φύσει τὸ ὄνομα. οἷον ἄν θρωπον ἐκ καταχρήσεως τὸ ὁμοίωμα λέγομεν, ἀλλὰ κυρίως τῇ φωνῇ ταύτῃ κατονομάζομεν τὸ ζῷον τὸ ἐν τῇ φύσει δεικνύμενον· καὶ θεὸν ὡσαύτως εἴδωλόν τε καὶ δαιμόνιον καὶ κοιλίαν οἶδεν ὁ τῆς γραφῆς λόγος προσαγορεύειν, ἀλλ' οὐχὶ καὶ τὸ κύριον ἡ κλῆσις ἔχει, καὶ τὰ ἄλλα πάντα 3.2.85 κατὰ τὸν αὐτὸν τρόπον. βεβρωκέναι τις κατὰ τὴν ἐνύπνιον φαντασίαν λέγεται, ἀλλ' οὐκ ἔστι κυρίαν βρῶσιν τὴν φαντα σίαν εἰπεῖν. ὥσπερ τοίνυν ἐπίσης ἐπὶ δύο τινῶν ἀνθρώπων κατὰ φύσιν ὑφεστηκότων ἑκάτερον αὐτῶν κυρίως τῇ φωνῇ τοῦ ἀνθρώπου προσαγορεύομεν, εἰ δὲ τὴν ἄψυχόν τις εἰκόνα πρὸς τὸν κατὰ ἀλήθειαν ἄνθρωπον συνθεὶς ἀριθμήσειε, δύο μὲν ἀνθρώπους ἴσως ἂν εἴποι τόν τε ἀληθῶς ὄντα καὶ τὸ ὁμοίωμα, οὐκέτι δ' ἂν καὶ τὸ κύριον ἀμφοτέροις προσμαρτυρήσειεν, οὕτως εἴπερ ἄλλο τι παρὰ τὴν τοῦ πα τρὸς οὐσίαν ἡ τοῦ μονογενοῦς φύσις ὑπενοεῖτο, οὐκ ἂν 20κυ ριωτάτην20 ἑκατέραν τῶν οὐσιῶν ὁ λογογράφος ὠνόμασε. πῶς γὰρ ἄν τις τὰ διαφέροντα τῇ φύσει τῇ ταὐτότητι τῶν ὀνομάτων σημάνειεν; 3.2.86 Ἀλλ' ἔοικεν ἡ ἀλήθεια καὶ διὰ τῶν πολεμούντων αὐτῇ φανεροῦσθαι, μὴ δυναμένου καθάπαξ μηδὲ ἐν ταῖς τῶν ἐχθρῶν φωναῖς ὑπερισχύειν τῆς ἀληθείας τοῦ ψεύ δους. διὰ τοῦτο τῷ στόματι τῶν ἀντικειμένων καὶ μὴ εἰδότων ἃ λέγουσιν ὁ τῆς εὐσεβείας ἀνακηρύσσεται λόγος· καθάπερ καὶ ὑπὸ τοῦ Καϊάφα τὸ