293
σωτήριον ὑπὲρ ἡμῶν τοῦ κυρίου πάθος προηγόρευτο, οὐκ εἰδότος ὃ λέγει. οὐκοῦν εἰ κοινὸν ἐπ' ἀμφοτέρων τῆς οὐσίας τὸ 20κυριώτατον20, τοῦ πατρὸς λέγω καὶ τοῦ υἱοῦ, τίνα χώραν ἔχει τὸ 20παρηλ λάχθαι τὰς οὐσίας20 ἀλλήλων λέγειν; ἢ πῶς ἐν αὐταῖς ἡ πρὸς τὸ δυνατώτερόν τε καὶ μεῖζον καὶ προτιμότερον ἐν θεωρεῖται διαφορά, τῆς κυριωτάτης οὐσίας οὐδεμίαν παρα 3.2.87 δεχομένης ἐλάττωσιν; τὸ γὰρ ἀτελῶς ὄν, ὅτι περ ἂν ᾖ, κυρίως οὐκ ἔστιν, οὐ φύσις, οὐ δύναμις, οὐκ ἀξίωμα, οὐκ ἄλλο τι τῶν καθ' ἕκαστον θεωρουμένων οὐδέν, ὥστε ἡ κατ' οὐσίαν τοῦ πατρὸς ὑπεροχή, καθὼς ἡ αἵρεσις βούλεται, τὸ ἀτελὲς τῆς οὐσίας τοῦ μονογενοῦς διελέγχει. εἰ οὖν ἀτελής, οὐ κυρία· εἰ δὲ 20κυριωτάτη20, καὶ τελεία πάντως· τέλειον γὰρ τὸ ἐλλιπὲς ὀνομάζεσθαι φύσιν οὐκ ἔχει. ἀλλ' οὐδὲ συγκριτικῶς ἀντιπαρατιθεμένου τελείου πρὸς τέλειον, δια φοράν τινα κατὰ πλεονασμὸν ἢ ἔλλειψιν γινομένην δυνατόν ἐστιν ἐπινοῆσαι· μία γὰρ ἐπ' ἀμφοῖν ὥσπερ ἐπὶ κανόνος ἡ τελειότης, οὔτε κοιλαινομένη τῷ λείποντι οὔτε ἀνωμαλοῦσα 3.2.88 τῷ πλεονάζοντι. τὴν μὲν οὖν ὑπὲρ τοῦ καθ' ἡμᾶς δόγ ματος τοῦ Εὐνομίου συνηγορίαν ἱκανῶς ἐκ τῶν εἰρημένων ἔστιν ἰδεῖν, μᾶλλον δὲ οὐ τὴν ὑπὲρ ἡμῶν σπουδήν, ἀλλὰ τὴν πρὸς ἑαυτὸν μάχην. δι' ὧν γὰρ τὸ ἡμέτερον δόγμα τοῖς ἰδίοις συνίστησι λόγοις, καθ' ἑαυτοῦ τρέπει τὰ μηχα νήματα. ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς τὴν κακίαν ὁ παρ' αὐτῶν λόγος ἔχει. 3.2.89 Ἀκούσωμεν τοίνυν τῶν εἰρημένων· 20εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας20. τίς οὐκ οἶδεν ὅτι τὸ χωρίζον ἀπὸ τῆς αἱρέσεως τὴν ἐκκλησίαν ἡ τοῦ κτίσματός ἐστι φωνὴ ἐπὶ τοῦ υἱοῦ λεγομένη; οὐκοῦν ὁμολογουμένης παρὰ πᾶσι τῆς κατὰ τὸ δόγμα διαφορᾶς, τὸν ἐπιχειροῦντα δεικνύειν τῶν ἡμετέρων τὰς ἰδίας ὑπο λήψεις ἀληθεστέρας τί πράττειν εὐλογώτερον ἦν, κατα σκευάζειν δηλονότι τὸν ἴδιον λόγον, δι' ὧν οἷόν τε ἦν, ἀπο δεικνύντα κτιστὸν τὸν κύριον εἶναι δεῖν οἴεσθαι, ἢ τοῦτον παρέντα νομοθετεῖν τοῖς ἀκούουσιν ὡς ὁμολογούμενα τὰ 3.2.90 ἀμφιβαλλόμενα λέγειν; ἐγὼ μὲν ἐκεῖνό φημι· τάχα δὲ καὶ πάντες, οἷς μέτεστι διανοίας, τοῦτο παρὰ τῶν ἀντιλεγόντων ἐπιζητήσουσι, τὸ τὴν ἀρχὴν τοῦ λόγου πρῶτον ἐπί τινος ἀναντιρρήτου βάσεως στήσαντας οὕτω τοῖς ἀκολούθοις ἐνα 3.2.91 γωνίζεσθαι. οὑτοσὶ τοίνυν ἀφεὶς τὴν περὶ τοῦ χρῆναι κτι στὸν αὐτὸν οἴεσθαι κατασκευὴν τὰ ἐφεξῆς διεξέρχεται, τῷ ἀνυποστάτῳ λήμματι τὴν τῶν λογισμῶν ἀκολουθίαν ἁρμό ζων, οἷόν τι πάσχουσιν οἱ ταῖς ματαίαις ἐπιθυμίαις κατὰ ψυχὴν ἐμβαθύνοντες, ἢ πρὸς βασιλείαν ἢ πρὸς ἄλλο τι τῶν σπουδαζομένων ταῖς ἐννοίαις διαχεόμενοι· οὐχ ὅπως ἂν γένοιτό τι τῶν σπουδαζομένων αὐτοῖς ἐπινοοῦσιν, ἀλλ' ὡς τούτου παρόντος διατιθέασιν ἑαυτοῖς καὶ οἰκονομοῦσι πρὸς τὸ δοκοῦν τὸ εὐτύχημα, διά τινος ἡδονῆς τοῖς ἀνυπ 3.2.92 άρκτοις ἐπιπλανώμενοι. οὕτως ἡμῖν καὶ ὁ σοφὸς λογο γράφος τὴν πολυθρύλητον ἑαυτοῦ διαλεκτικὴν οὐκ οἶδα ὅπου κατακοιμίσας, πρὶν ἀποδεῖξαι περὶ τοῦ ζητουμένου, καθάπερ τισὶ παιδίοις διαμυθολογεῖται τὴν ἀπατηλὴν ταύ την καὶ ἀκατάσκευον τοῦ καθ' ἑαυτὸν δόγματος φλυαρίαν οἷον διήγημά τι παροίνιον ἐκτιθέμενος. 3.2.93 Λέγει γὰρ 20τὴν ἐνεργείᾳ τοῦ πατρὸς ὑπο στᾶσαν οὐσίαν δέχεσθαι τὴν τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίαν20. τίς ἀπέδειξε λόγος ἐνεργείᾳ τινὶ κατασκευαστικῇ τὸν υἱὸν ὑποστῆναι, τὴν δὲ φύσιν τοῦ πατρὸς ἀνενέργητον ὡς πρὸς τὴν ὑπόστασιν τοῦ υἱοῦ μεῖναι; τὸ γὰρ ἀμφιβαλλόμενόν τε καὶ ζητούμενον τοῦτο ἦν, εἴτε ἡ οὐσία τοῦ πατρὸς ἐγέν νησε τὸν υἱὸν εἴτε τι τῶν ἔξωθεν παρεπομένων τῇ φύσει 3.2.94 τοῦτον εἰργάσατο. τῆς τοίνυν ἐκκλησίας κατὰ τὴν θείαν διδασκαλίαν ἀληθῶς θεὸν εἶναι τὸν μονογενῆ πιστευούσης, τὴν δὲ <τῆς> πολυθεΐας δεισιδαιμονίαν βδελυσσομένης καὶ διὰ τοῦτο τὴν τῶν φύσεων διαφορὰν οὐ προσδεχομένης, ὡς ἂν μὴ τῇ παραλλαγῇ