294
τῶν οὐσιῶν ὑπὸ ἀριθμὸν αἱ θεό τητες πίπτοιεν, ὅπερ οὐδέν ἐστιν ἕτερον ἢ τὴν πολυθεΐαν πάλιν ἐπεισάγειν τῷ βίῳ, ταῦτα τοίνυν τῆς ἐκκλησίας ἰδιω τικῶς διδασκούσης, ὅτι ἐκ τῆς οὐσίας τοῦ ἀληθινοῦ θεοῦ ἀληθινὸς θεὸς κατ' οὐσίαν ὁ μονογενής ἐστι θεός, τὸν ἀντιβαίνοντα τοῖς ἐγνωσμένοις πῶς ἀνατρέπειν ἔδει τὴν προειλημμένην ὑπόληψιν; οὐχὶ τῷ κατασκευάζειν τὸν ἀντι κείμενον λόγον, διά τινος ὁμολογουμένης ἀρχῆς συναποδει κνύοντα τὸ ἀμφίβολον; οὐκ ἂν οἶμαί τινα τῶν νοῦν ἐχόν 3.2.95 των ἕτερόν τι παρὰ ταῦτα ζητῆσαι. ἀλλ' οὗτος ἀπὸ τῶν ἀμφισβητουμένων ἄρχεται καὶ ὡς ἀποδεδειγμένον τὸ ἀμφι βαλλόμενον ἀρχὴν τῷ ἐφεξῆς δίδωσι λόγῳ. ἀποδειχθέντος γὰρ πρότερον ὅτι διά τινος ἐνεργείας ὁ υἱὸς ὑπέστη, τίς ἂν ἦν μάχη πρὸς τὸ ἑπόμενον, τὸ εἰς ἑαυτὴν δέχεσθαι τὴν τοῦ ποιήματος προσηγορίαν λέγειν τὴν δι' ἐνεργείας τινὸς ὑποστᾶσαν οὐσίαν; ἕως δ' ἂν ἀκατάσκευον ᾖ τὸ προηγού μενον, πῶς ἰσχὺν ἔχει τὸ ἐφεπόμενον, εἰπάτωσαν οἱ τῆς 3.2.96 ἀπάτης συνήγοροι. καὶ γὰρ εἴ τις πτηνὸν γενέσθαι καθ' ὑπόθεσιν δοίη τὸν ἄνθρωπον, περὶ τῶν ἐφεξῆς οὐκέτι μα χήσεται. καὶ πτήσεται γάρ πως ὁ πτηνὸς γενόμενος καὶ ἄνω τῆς γῆς ἑαυτὸν ἀνάξει, μετάρσιος ἐπὶ πτερύγων δι' ἀέρος φερόμενος. ἀλλὰ σκεπτέον πῶς ἂν γένοιτο πτηνὸς ὁ τὴν φύσιν οὐ λαχὼν ἐναέριον, τούτου δὲ μὴ ὄντος, μάταιον 3.2.97 τὸ μετὰ τοῦτο διεξιέναι. κἀκεῖνος τοίνυν τουτὶ πρῶτον ἐπι δειξάτω, τὸ μάτην πεπιστευκέναι τὴν ἐκκλησίαν ἀληθῶς εἶναι τὸν μονογενῆ υἱόν, οὐ κατὰ θέσιν εἰσποιηθέντα ψευδ ωνύμῳ πατρί, ἀλλὰ κατὰ φύσιν γεννητῶς ἐκ τοῦ ὄντος ὄντα, μὴ ἀπεξενωμένον τῆς τοῦ γεννήσαντος φύσεως. ταῦτα πρῶτον ὡς ψευδῆ διελεγξάτω, καὶ τότε περὶ τῶν ἀκολού θων διεξιὼν πιθανὸς ἔσται. ἕως δ' ἂν τὸ πρῶτον ἀναπό 3.2.98 δεικτον ᾖ, φλυαρίας ἐστὶν ἐμφιλοχωρεῖν τοῖς δευτέροις. καί μοι μηδεὶς ὑποκρουέτω καὶ τὸ παρ' ἡμῶν διομολογούμενον διὰ κατασκευῆς κυρωθῆναι· ἀρκεῖ γὰρ εἰς ἀπόδειξιν τοῦ ἡμετέρου λόγου τὸ πατρόθεν ἥκειν πρὸς ἡμᾶς τὴν παρά δοσιν, οἷόν τινα κλῆρον δι' ἀκολουθίας ἐκ τῶν ἀποστόλων 3.2.99 διὰ τῶν ἐφεξῆς ἁγίων παραπεμφθέντα. οἱ δὲ πρὸς τὴν καινότητα ταύτην μετατιθέντες τὰ δόγματα πολλῆς ἂν δέ οιντο τῆς ἐκ τῶν λογισμῶν συμμαχίας, εἰ μέλλοιεν μὴ τοὺς κονιορτώδεις τῶν ἀνθρώπων καὶ εὐριπίστους, ἀλλὰ καὶ τοὺς ἐμβριθεῖς τε καὶ βεβηκότας ταῖς διανοίαις προσάγεσθαι· ἕως δ' ἂν ἀκατάσκευος αὐτοῖς καὶ ἀναπόδεικτος ὁ λόγος προφέρηται, τίς οὕτως ἠλίθιος καὶ κτηνώδης, ὡς τῶν εὐαγγελιστῶν τε καὶ ἀποστόλων καὶ τῶν καθεξῆς ἐν ταῖς ἐκκλησίαις διαλαμψάντων ἀσθενεστέραν τὴν διδασκαλίαν τῆς ἀναποδείκτου φλυαρίας ποιήσασθαι; 3.2.100 Ἴδωμεν δὲ καὶ τὸ δυσφωρατότατον τῆς ἀγχινοίας τοῦ λογογράφου, ὅπως τῇ περιουσίᾳ τῆς διαλεκτικῆς ἐμπειρίας πρὸς τοὐναντίον εὐμηχάνως τοὺς ἀκεραιοτέρους ἐφέλκεται. προσέρριψε τῇ τοῦ 20ποιήματος20 καὶ 20κτίσματος20 προσ ηγορίᾳ καὶ τὴν φωνὴν τοῦ 20γεννήματος20, εἰπὼν εἰς ἑαυτὴν δέχεσθαι τὰ ὀνόματα ταῦτα τοῦ υἱοῦ τὴν οὐσίαν, καὶ ὥσπερ ἐν μεθυόντων συνεδρίῳ δημηγορῶν οἴεται μηδενὶ κατά φωρον ἑαυτοῦ τὴν περὶ τὸ δόγμα κακουργίαν γενήσεσθαι. τῷ γὰρ συνάψαι τὸ γέννημα τῷ κτίσματί τε καὶ τῷ ποιή ματι ἐκκλέπτειν ἡγεῖται τὴν κατὰ τὸ σημαινόμενον τῶν ὀνομάτων διαφορὰν διὰ τῆς τῶν ἀκοινωνήτων συντάξεως. 3.2.101 ταῦτα τὰ σοφὰ τῆς διαλεκτικῆς μηχανήματα. ἀλλ' ἡμεῖς οἱ ἰδιῶται τῷ λόγῳ τὸ μὲν εἶναι τοῦτο κατὰ τὴν φωνὴν καὶ τὴν γλῶσσαν, ὅπερ ὁ λόγος περὶ ἡμῶν δείκνυσιν, οὐκ ἀρνούμεθα, ὠτία δέ, καθώς φησιν ὁ προφήτης, κατηρ τίσθαι καὶ ἡμῖν πρὸς ἀκοὴν εὐσύνετον ὁμολογοῦμεν. διόπερ οὐδὲν διὰ τῆς συναφείας τῶν ἀκοινωνήτων ὀνομάτων εἰς τὴν τῶν σημαινομένων σύγχυσιν ὑπαγόμεθα· ἀλλὰ κἂν ὁ μέγας ἀπόστολος κατὰ ταὐτὸν ὀνομάσῃ ξύλα καὶ χόρτον καὶ καλάμην χρυσόν τε καὶ ἄργυρον καὶ λίθους τιμίους, καὶ τὸν ἀριθμὸν τῶν μνημονευθέντων ἐπὶ κεφαλαίου συλ λογιζόμεθα, καὶ τὴν φύσιν ἑκάστου τῶν κατωνομασμένων 3.2.102 ἰδιαζόντως οὐκ ἀγνοήσομεν. οὕτω καὶ νῦν 20γεννήματος