295
καὶ ποιήματος20 κατὰ ταὐτὸν μνημονευθέντων, ἐκ τῶν φωνῶν ἐπὶ τὰ σημαινόμενα μεταβάντες οὐ τὴν αὐτὴν ἑκάστῳ τῶν ὀνομάτων ἐνθεωροῦμεν διάνοιαν· ἄλλο γάρ τι τὸ κτίσμα καὶ ἕτερον σημαίνει τὸ γέννημα, ὥστε κἂν ἐκεῖνος μιγνύῃ τὰ ἄμικτα, ὁ συνετὸς ἀκροατὴς διακεκριμένως ἀκού σεται καὶ δείξει τῶν ἀδυνάτων εἶναι τὴν τοῦ γεννήματος καὶ τὴν τοῦ κτίσματος προσηγορίαν μίαν τινὰ φύσιν εἰς ἑαυτὴν δέχεσθαι. εἰ γὰρ τὸ ἕτερον ἀληθεύοιτο τούτων, ψεῦδος ἐξ ἀνάγκης ἔσται τὸ ἕτερον, ὥστε εἰ κτίσμα εἴη, μὴ εἶναι γέννημα, καὶ τὸ ἔμπαλιν, εἰ γέννημα λέγοιτο, ἀλ λοτριοῦσθαι τῆς ἐπωνυμίας τοῦ κτίσματος. 3.2.103 Ἀλλά φησιν ὁ Εὐνόμιος 20εἰς ἑαυτὴν δέχεσθαι τοῦ υἱοῦ τὴν οὐσίαν τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας20. μή τι διὰ τῶν ὑπολοίπων κατησφαλίσατο τὸν ἀκέφαλον τοῦτον καὶ ἄρριζον λόγον (ὡς οὐδεμία διὰ τῶν πρώτων κατε βλήθη πρὸς τὸ κατασκευαζόμενον δύναμις) ἢ καὶ τὰ λοιπὰ τῆς αὐτῆς ἔχεται ματαιότητος, οὐκ ἀπό τινος τῆς ἐκ τῶν λογισμῶν συμμαχίας τὴν ἰσχὺν προσλαβόντα, ἀλλὰ διεξο δικήν τε καὶ ἀκατάσκευον ὥσπερ ἐπὶ τῆς τῶν ὀνείρων διη 3.2.104 γήσεως τὴν τῆς βλασφημίας ἔκθεσιν ἔχοντα; λέγει γὰρ τοῖς εἰρημένοις ἐπισυνάψας ταῦτα ὅτι 20ἀμεσίτευτον μὲν ἔχουσαν τὴν γέννησιν, ἀμερίστως δὲ σῴ ζουσαν τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιη κότα καὶ κτίσαντα σχέσιν20. εἰ γὰρ τὸ ἀμεσίτευτόν τε καὶ ἀμέριστον καταλιπόντες αὐτὴν ἐφ' ἑαυτῆς θεωρή σαιμεν τὴν τῶν ῥημάτων διάνοιαν, εὑρήσομεν ὅτι πανταχοῦ τὸ ληρῶδες τῆς διδασκαλίας δι' οὐδενὸς ἰσχυροποιούμενον λόγου ταῖς ἀκοαῖς τῶν ἀπατωμένων προσρίπτεται. 20τὸν γεγεννηκότα20, φησί, 20καὶ κτίσαντα καὶ ποιή 3.2.105 σαντα20. ταῦτα κἂν τρία δοκῇ, δύο νοημάτων περιέχει τὴν σημασίαν, τῷ τὰς δύο φωνὰς ἰσοδυναμεῖν ἀλλήλαις κατὰ τὴν ἔννοιαν. τὸ γὰρ ποιῆσαι τῷ κτίσαι ταὐτόν ἐστιν, ἕτερον δὲ παρὰ τὰ εἰρημένα ἡ γέννησις. τῆς οὖν κοινῆς τῶν ἀνθρώπων ὑπολήψεως πρὸς διαφόρους ἐννοίας ἐκ τῆς τῶν ῥημάτων σημασίας μεριζομένης, τίς ἡμῖν ἐπέδειξε λόγος ταὐτὸν εἶναι τῇ γεννήσει τὸ ποίημα, ἵνα τὴν μίαν 3.2.106 οὐσίαν τῇ τῶν ῥημάτων διαφορᾷ προσαρμόσωμεν; ἕως γὰρ ἂν ἡ συνήθης κρατῇ σημασία τῶν λέξεων καὶ μηδεὶς εὑρίσκηται λόγος ὁ μετασκευάζων εἰς τὸ ἐναντίον τὰς τῶν ῥημάτων ἐμφάσεις, οὐκ ἐνδέχεται μίαν τινὰ φύσιν πρὸς τὴν τοῦ ποιήματος καὶ γεννήματος ἔννοιαν διασχισθῆναι. ἐπειδὴ γὰρ ἐφ' ἑαυτοῦ λεγόμενον τούτων ἑκάτερον ἰδιά ζουσαν ἔχει τὴν ἑρμηνείαν, ἀνάγκη πᾶσα οἰκείαν τε καὶ συγγενῆ τοῖς ὀνόμασι συνεπινοεῖσθαι καὶ τὴν σχετικὴν 3.2.107 συζυγίαν. καὶ γὰρ τὰ λοιπὰ τῶν πρός τι λεγομένων οὐ πρὸς τὸ ἀλλότριόν τε καὶ ἀκατάλληλον ἔχει τὴν οἰκειότητα, ἀλλὰ κἂν σιωπηθῇ πρὸς ὃ λέγεται, αὐτομάτως μετὰ τοῦ πρωτοτύπου καὶ τὸ συνεζευγμένον ἀκούεται· οἷον δημιουργὸς δοῦλος φίλος υἱὸς καὶ τὰ τοιαῦτα. πάντα γὰρ ὅσα τῇ πρὸς ἕτερον ἀναφορᾷ θεωρεῖται, τὴν οἰκείαν ἕκαστον καὶ συνημμένην τοῦ δηλουμένου συγγένειαν διὰ τῆς προσηγορίας παρίστησιν, ἄμικτον ἔχοντα τὴν πρὸς τὸ ἑτερογενὲς κοινω 3.2.108 νίαν. οὔτε γὰρ τοῦ δημιουργοῦ τὸ ὄνομα τῷ υἱῷ συνέ ζευκται οὔτε ἡ τοῦ δούλου φωνὴ πρὸς τὸν δημιουργὸν ἀναφέρεται οὔτε ὁ φίλος τὸν δοῦλον ἐδήλωσεν οὔτε ὁ υἱὸς τὸν δεσπότην, ἀλλὰ φανερὰν καὶ διακεκριμένην τούτων ἑκάστου τὴν πρὸς τὸ κατάλληλον συζυγίαν ἐπιγινώσκομεν, νοοῦντες διὰ μὲν τοῦ φίλου ἕτερον φίλον, διὰ δὲ τοῦ δούλου τὸν κύριον, τὸ δὲ ἔργον διὰ τοῦ δημιουργοῦ καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα. οὕτω τοίνυν καὶ τὸ γέννημα καὶ τὸ ποίημα πρός τι τὴν κυρίαν ἔμφασιν ἔχει. οὐκοῦν συνέ ζευκται τῷ μὲν γεννήματι ὁ γεννήσας, ὁ δὲ κτίσας τῷ κτίσματι, καὶ δεῖ πάντως, εἴγε μὴ μέλλομεν σύγχυσίν τινα τῶν πραγμάτων διὰ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς ἐμποιεῖν, σῴζειν ἑκάστῳ τῶν πρός τι λεγομένων τὸ οἰκείως συσση μαινόμενον. 3.2.109 Φανερᾶς οὖν οὔσης τῆς τῶν λέξεων τούτων ἐννοίας πρὸς ὅ τι βλέπει, πῶς ὁ διὰ τῆς λογικῆς τεχνολογίας προ άγων τὰ δόγματα τὴν οἰκείαν τῶν πρός τι διάνοιαν ἐπὶ τῶν ὀνομάτων τούτων οὐ κατενόησεν, ἀλλ'