296
ἁρμόζειν <δεῖν> οἴεται τῷ πεποιηκότι τὸ γέννημα καὶ τῷ γεγεννηκότι τὸ ποίημα, λέγων 20τοῦ υἱοῦ τὴν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας, ἀμέριστον δὲ σῴζειν τὴν πρὸς τὸν γεγεννηκότα καὶ ποιήσαντα καὶ κτίσαντα 3.2.110 σχέσιν20; τὸ γὰρ ἓν πρᾶγμα πρὸς διαφόρους σχέσεις κατα μερισθῆναι φύσιν οὐκ ἔχει, ἀλλ' ὁ μὲν υἱὸς τῷ πατρὶ προσ ωκείωται καὶ τὸ γεννηθὲν τῷ γεννήσαντι, τὸ δὲ ποίημα πρὸς τὸν πεποιηκότα τὴν ἀναφορὰν ἔχει· πλὴν εἰ μή τινα κατάχρησιν ἐν ἀδιαφόρῳ τινὶ συνηθείᾳ ῥημάτων κυριωτέραν ἡγοῖτό τις εἶναι τῆς προσφυοῦς σημασίας. 3.2.111 Τίσιν οὖν λογισμοῖς καὶ ποίαις κατασκευαῖς κατὰ τὴν ἄμαχον διαλεκτικὴν ἐκείνην εἰς τοὐναντίον τὰς δόξας τῶν πολλῶν μεταστήσας ταῦτα κατ' ἐξουσίαν διέξεισιν, ὅτι τοῦ ἐπὶ πάντων θεοῦ καὶ κτίστου καὶ πατρὸς νοουμένου τε καὶ λεγομένου ὁ υἱὸς πρὸς ἀμφοτέρας τὰς προσηγορίας ἐπιτη δείως ἔχει, καὶ κτίσμα καὶ γέννημα κατὰ τὸ ἴσον λεγό 3.2.112 μενος; τῆς γὰρ τοῦ λόγου συνηθείας τε καὶ ἀκριβείας οἰκείως διακρινούσης τὰ τοιαῦτα τῶν ὀνομάτων καὶ τὸ μὲν τῆς γεννήσεως ὄνομα ἐπὶ τῶν ἐξ αὐτῆς τῆς οὐσίας γεννω μένων λεγούσης, τὸ δὲ τῆς κτίσεως ἐπὶ τῶν ἔξωθεν τῆς τοῦ κατασκευάζοντος φύσεως συνισταμένων, καὶ διὰ τοῦτο τῶν θείων δογμάτων ἐν τῇ παραδόσει τῆς θεογνωσίας πατέρα καὶ υἱὸν παραδεδωκότων, οὐ κτίστην καὶ ἔργον, ὡς ἂν μή τις γένοιτο παραφθορὰ πρὸς τὸ βλάσφημον, εἰς τὸ ἀλλότριόν τε καὶ ξένον τῆς τοιαύτης προσηγορίας τὸν υἱὸν ἀπωθούσης, μηδέ τινα πάροδον λάβοι τὰ ἄθεα δόγματα τὰ τῆς κατ' οὐσίαν οἰκειότητος τὸν μονογενῆ τοῦ πατρὸς ἀφο ρίζοντα, ὁ λέγων τῷ υἱῷ τὴν τοῦ ποιήματος ἁρμόζειν προσ ηγορίαν ἐρεῖ πάντως κατὰ τὸ ἀκόλουθον καὶ ἐπὶ τοῦ ποιή ματος τὴν τοῦ υἱοῦ κλῆσιν προσφυῶς ἔχειν, ὥστε, εἰ ὁ υἱὸς κτίσμα καὶ ὁ οὐρανὸς υἱὸς καὶ τὰ καθ' ἕκαστον τῶν γεγονότων κυρίως κατὰ τὸν λογογράφον τῇ τοῦ υἱοῦ προσ 3.2.113 ηγορίᾳ κατονομάζεται. εἰ γὰρ ἐκεῖνος οὐχὶ τῷ κοινωνεῖν τῷ γεγεννηκότι τῆς φύσεως ἔχει τὸ ὄνομα, ἀλλὰ καθὸ κτιστός ἐστι, κατὰ τοῦτο υἱὸς ὀνομάζεται, ὁ αὐτὸς δώσει λόγος καὶ ἀμνὸν καὶ κύνα καὶ βάτραχον καὶ πάντα, ὅσα θελήματι τοῦ πεποιηκότος ὑπέστη, τῇ τοῦ υἱοῦ προσηγορίᾳ κατονομάζεσθαι. εἰ δὲ τούτων ἕκαστον διὰ τὸ ἔξω τῆς τοῦ θεοῦ φύσεως εἶναι υἱὸς οὐκ ἔστιν οὐδὲ θεὸς λέγεται, κατὰ τὸ ἀκόλουθον πάντως ὁ κυρίως υἱὸς διὰ τὸ ἐξ αὐτῆς εἶναι τοῦ γεγεννηκότος τῆς φύσεως υἱός ἐστι καὶ θεὸς εἶναι 3.2.114 ὁμολογεῖται. ἀλλὰ μυσάττεται τὴν τῆς γεννήσεως ἔννοιαν καὶ ἀφορίζει τῶν θείων δογμάτων τῇ σαρκώδει φυσιολογίᾳ διαβάλλων τὸ ὄνομα. ἀλλ' ἱκανῶς ὑπὲρ τούτων ἐν τοῖς φθάσασιν ὁ λόγος ἀπέδειξεν ὅτι κατὰ τὸν προφήτην φο βοῦνται φόβον ὅπου οὐκ ἔστι φόβος. εἰ γὰρ ἐπὶ τῶν ἀν θρώπων οὐ πᾶσα γέννησις ἐδείχθη κατὰ πάθος συνιστα μένη, ἀλλ' ἡ μὲν ὑλικὴ διὰ πάθους, ἡ δὲ πνευματικὴ καθαρὰ καὶ ἀκήρατος (τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύ ματος πνεῦμα καὶ οὐχὶ σὰρξ γίνεται, τῷ δὲ πνεύματι οὐδεμία παθητικὴ συνθεωρεῖται διάθεσις), ἐπειδὴ διὰ τῶν καθ' ἡμᾶς ὑποδειγμάτων ἀναγκαῖον ἐφάνη τῷ λογογράφῳ τὴν θείαν ἐπιλογίζεσθαι δύναμιν, πεισάτω ἑαυτὸν ἐκ τοῦ ἑτέρου τῆς γεννήσεως τρόπου τὸ περὶ τὴν θείαν γέννησιν 3.2.115 ἀπαθὲς ἐννοεῖν. ἀλλὰ τὰς τρεῖς ταύτας μετ' ἀλλήλων προσηγορίας συγχέας, ἐξ ὧν ἰσοδυναμοῦσιν αἱ δύο, συναρ πάζειν οἴεται τοὺς ἀκούοντας διὰ τῆς τῶν δύο φωνῶν κατὰ τὸ σημαινόμενον κοινωνίας τὸ καὶ τὴν τρίτην ὡσαύτως οἴεσθαι. ἐπειδὴ γὰρ ἡ τοῦ ποιήματος καὶ κτίσματος προσ ηγορία ἔξω τῆς τοῦ πεποιηκότος φύσεως εἶναι τὸ πεποιη μένον ἐνδείκνυται, προσάπτει τούτοις τὴν φωνὴν τοῦ γεννή ματος, ὡς ἂν καὶ τοῦτο τοῖς προειρημένοις συνερμηνεύοιτο. ἀλλὰ τὸ τοιοῦτον εἶδος τοῦ λόγου κακουργία καὶ ἀπάτη καὶ φενακισμὸς ὀνομάζεται, οὐ πεφροντισμένη καὶ τεχνική 3.2.116 τις ἀπόδειξις. μόνη γὰρ ἡ διὰ τῶν ὁμολογουμένων φανε ροῦσα τὸ ἀγνοούμενον ἀπόδειξις λέγεται, τὸ δὲ παραλογί ζεσθαι διὰ κακουργίας καὶ ὑπεκκλέπτειν τὸν ἔλεγχον καὶ συγχεῖν ἐν ταῖς ἐπιπολαίοις ἀπάταις τὴν διάνοιαν