297
τῶν, καθώς φησιν ὁ ἀπόστολος, κατεφθαρμένων τὸν νοῦν οὐκ ἄν τις τῶν σωφρονούντων ἀπόδειξιν τεχνικὴν ὀνομάσειεν. 3.2.117 Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν μετέλθωμεν. 20ἀμεσί τευτον20 δέ φησιν εἶναι 20τῆς οὐσίας τὴν γέννησιν καὶ ἀμερίστως σῴζειν τὴν πρὸς τὸν γεγεννη 3.2.118 κότα καὶ ποιήσαντα καὶ κτίσαντα σχέσιν20. εἰ μὲν οὖν τὸ ἀμέριστόν τε καὶ ἀμεσίτευτον εἰπὼν τῆς οὐσίας ἐν τούτῳ τὸν λόγον ἔστησεν, οὐκ ἂν τῆς εὐσεβοῦς ὑπο λήψεως παρετράπη, ἐπεὶ καὶ παρ' ἡμῶν ὁμολογεῖται τοῦ υἱοῦ τὸ πρὸς τὸν πατέρα συναφές τε καὶ ἀμεσίτευτον, ὡς μηδὲν εἶναι τὸ διὰ μέσου τούτων παρενειρόμενον, ὃ μεταξὺ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα συναφείας εὑρίσκεται, μὴ διαστηματικόν τι νόημα, μὴ αὐτὸ τὸ ἀκαρές τε καὶ ἄτομον, ὃ διχῇ τεμνομένου τοῦ χρόνου τῷ παρῳχηκότι τε καὶ τῷ μέλλοντι κατὰ τὸ ἐνεστὼς ἀμερῶς ἐφ' ἑαυτοῦ νοεῖται, οὔτε τοῦ παρῳχηκότος οὔτε τοῦ μέλλοντος μέρος γενέσθαι δυνά μενον διὰ τὸ εἶναι καθόλου ἀδιάστατόν τε καὶ ἄτομον καὶ ᾧπερ ἂν προστεθῇ ἀνεπίδηλον. τὸ οὖν καθαρῶς ἄμεσον 3.2.119 οὐδενὶ τοιούτῳ μεσιτεύεσθαι λέγομεν. οὐ γὰρ ἂν ἔτι ἄμεσον εἴη τὸ μέσῳ τινὶ διειργόμενον· εἰ τοίνυν κἀκεῖνος ἀμεσίτευτον εἶναι εἰπὼν τοῦ υἱοῦ τὴν γέννησιν μηδὲν τῶν εἰρημένων ἐπήνεγκε, τὴν εὐσεβῶς νοουμένην τοῦ υἱοῦ πρὸς τὸν πατέρα συνάφειαν ἐδογμάτιζεν. ἐπειδὴ δὲ καθάπερ μεταμεληθεὶς ἐφ' οἷς εἴρηκεν εὐθὺς ἐπήγαγεν ὅτι 20σῴζει τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιηκότα καὶ κτίσαντα σχέσιν20, ἐμόλυνε τοῖς δευτέροις τὰ πρότερα, τῷ καθαρῷ λόγῳ τὴν βλάσφημον φωνὴν ἐπε 3.2.120 μέσας. δῆλον γὰρ ὅτι κἀκεῖ τὸ ἀμεσίτευτον οὐ πρὸς τὸ εὐσεβὲς βλέπει, ἀλλ' ὡς ἄν τις λέγοι μεταξὺ τοῦ ἥλου καὶ τοῦ χαλκέως μεσιτεύειν τὴν σφύραν, ταύτης δὲ εἶναι τὴν κατασκευὴν ἀμεσίτευτον, οὔπω γὰρ τῶν ὀργάνων ὑπὸ τῆς τέχνης ἐξευρημένων, ἐπινοίᾳ τινὶ τὴν σφύραν, <οὐ> δι' ἑτέρου τινὸς ὀργάνου, παρὰ τοῦ τεχνίτου πρώτην γενέσθαι καὶ οὕτω διὰ ταύτης τὰ ἄλλα, ταῦτα καὶ περὶ τοῦ μονογενοῦς νοεῖν ἡ τοῦ ἀμεσιτεύτου λέξις τὸν λογο 3.2.121 γράφον ἐνδείκνυται. καὶ οὐ μόνος ἐν τούτῳ πεπλάνηται κατὰ τὴν ἀτοπίαν τοῦ δόγματος ὁ Εὐνόμιος, ἀλλ' ἔστι καὶ ἐν τοῖς Θεογνώστῳ πεπονημένοις τὸ ἴσον εὑρεῖν, ὅς φησι τὸν θεὸν βουλόμενον τόδε τὸ πᾶν κατασκευάσαι πρῶτον τὸν υἱὸν οἷόν τινα κανόνα τῆς δημιουργίας προϋποστήσασθαι, οὐδὲ ἐκεῖνος συνιδὼν ἐν τῷ λόγῳ τὸ ἄτοπον, ὅτι τὸ μὴ ἑαυτοῦ χάριν, ἀλλὰ δι' ἄλλο τι γινόμενον ἀτιμότερόν ἐστι πάντως τοῦ δι' ὃ γίνεται, ὡς τὸ γεωργικὸν ἐργαλεῖον τῆς ζωῆς χάριν ἐπιτηδεύομεν, οὐ μὴν ἐπίσης τιμᾶται τῇ ζωῇ 3.2.122 καὶ τὸ ἄροτρον. οὕτω τοίνυν καὶ εἰ διὰ τὸν κόσμον ὁ κύριος, καὶ οὐχὶ δι' ἐκεῖνον τὰ πάντα, προτιμότερα ἂν εἴη τοῦ κυρίου τὰ πάντα ὧν χάριν ἐκεῖνον γενέσθαι λέγουσι. τοῦτο καὶ νῦν διὰ τοῦ λόγου κατασκευάζουσι, δι' ὧν ἀμεσί τευτον ἔχειν τὸν υἱὸν τὴν πρὸς τὸν κτίσαντα καὶ πεποιηκότα σχέσιν διϊσχυρίζονται. 3.2.123 Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν 20οὐδενὶ τῶν δι' αὐτῆς καὶ μετ' αὐτὴν γενομένων συγκρίνεσθαι20. τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχθροὶ τῷ κυρίῳ, δι' ὧν περιφανέστερον ἡ βλασφημία κατασκευάζεται. τί γάρ, εἰπέ μοι, τῶν ὑπολοίπων, ὅσα κατὰ τὴν κτίσιν ἐστί, τὴν πρὸς ἑκάτερον σύγκρισιν ἔχει, καθόλου τῆς ἐν ἑκάστῳ φαινομένης ἰδιότητος οὐ προσιεμένης τὴν πρὸς τὰ ἑτερογενῆ κοινωνίαν; οὐκ οὐρανῷ πρὸς γῆν ἐστιν ἡ σύγκρισις, οὐ ταύτῃ πρὸς τοὺς ἀστέρας, οὐ πρὸς τὰ πελάγη τοῖς ἄστροις, οὐ πρὸς τὸν λίθον τῷ ὕδατι, οὐ πρὸς τὰ δένδρα τοῖς ζῴοις, οὐ πρὸς τὰ πτηνὰ τοῖς χερ σαίοις, οὐ πρὸς τὰ νηκτὰ τοῖς τετράποσιν, οὐ πρὸς τὰ 3.2.124 λογικὰ τοῖς ἀλόγοις. καὶ τί ἄν τις περὶ τῶν καθ' ἕκαστον λέγων διατρίβοι, δεικνὺς ὅτι ταὐτὸν ἔστιν ἐφ' ἑκάστου τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰπεῖν, ὅπερ ὡς ἐξαίρετον τῷ μονογενεῖ προσερρίφη, τὸ πρὸς μηδὲν τῶν μετ' αὐτὸν καὶ δι' αὐτοῦ γεγενημένων τὴν σύγκρισιν ἔχειν; φανερὸν γάρ ἐστιν ὅτι πᾶν, ὅπερ ἂν ἐφ' ἑαυτοῦ νοήσῃς, ἀσύγκριτόν ἐστι τῷ παντί τε καὶ τοῖς καθ' ἕκαστον· καὶ ὅπερ ἐπὶ τοῦ τυ χόντος κτίσματος ἀληθῶς ἔστιν εἰπεῖν ὡς ἱκανόν ἐστι, τοῦτο καὶ αὔταρκες εἰς τιμὴν