298
καὶ δόξαν τῷ μονογενεῖ θεῷ 3.2.125 παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ἀποκληροῦται. καὶ τοι αῦτα κατασκευάσας πάλιν ἐν τοῖς ὑπολοίποις ταῖς δια κένοις αὐτὸν ἀποσεμνύνει τιμαῖς, κύριον καὶ μονογενῆ προσειπών· ἀλλ' ὡς ἂν μή τις εὐσεβὴς διάνοια διὰ τῶν ὀνομάτων τούτων τοῖς ἀκηκοόσιν ἐγγένοιτο, εὐθὺς κατα μίγνυσι τοῖς εὐσημοτέροις τὰ βλάσφημα. ἔχει δὲ οὕτως ἡ λέξις. 20ἅτε δή20, φησί, 20μήτε τῆς γεννηθείσης οὐ σίας ἑτέρῳ τινὶ χώραν εἰς κοινωνίαν καταλι πούσης· μονογενὴς γάρ· μήτε τῆς τοῦ ποιή 3.2.126 σαντος ἐνεργείας κοινῆς θεωρουμένης20. ὢ τῆς ὕβρεως· ὡς ἐν ἀλόγοις ἢ ἀνοήτοις δημηγορῶν, οἷς οὐκ ἔστι σύνεσις, κατ' ἐξουσίαν διὰ τῶν ἐναντίων περιάγει τὸν λόγον, μᾶλλον δὲ ταὐτὸν πάσχει τοῖς ἐστερημένοις τῶν ὄψεων, ἐπεὶ κἀκεῖνοι πολλάκις ἐν ὀφθαλμοῖς τῶν βλεπόν των ἀσχημονοῦσι, διὰ τὸ μὴ βλέπειν αὐτοὶ τὸ μηδὲ ὁρᾶσθαι 3.2.127 ὑποτιθέμενοι. τίνος γὰρ οὐκ ἔστιν συνιδεῖν τὴν ἐν τοῖς εἰρημένοις ἐναντιότητα; διὰ τὸ γεννηθῆναι, φησίν, ἡ οὐσία χώραν εἰς κοινωνίαν ἑτέροις οὐ καταλείπει· μονογενὴς γάρ. καὶ τοῦτο εἰπών, ὡς κατὰ ἀλήθειαν ἢ μὴ βλέπων αὐτὸς ἢ μὴ νομίζων ὁρᾶσθαι τὰ μηδεμίαν ἔχοντα κοινωνίαν ὡς συστοιχοῦντα τοῖς εἰρημένοις προστίθησι, τῇ τοῦ μονογε 3.2.128 νοῦς οὐσίᾳ τὴν τοῦ πεποιηκότος ἐνέργειαν ἐφαρμόσας. ὁ γὰρ γεννηθεὶς πρὸς τὸν γεγεννηκότα καὶ ὁ μονογενὴς πρὸς τὸν πατέρα κατὰ τὸ ἀκόλουθον πάντως τὴν ἀναφορὰν ἔχει, καὶ ὁ πρὸς τὴν ἀλήθειαν βλέπων οὐ πεποιηκότος ἐνέργειαν, ἀλλὰ γεννήσαντος φύσιν ἐν τῇ τοῦ υἱοῦ θεωρεῖ συστοιχίᾳ. 3.2.129 Ὁ δὲ καθάπερ φυτῶν ἢ σπερμάτων ἤ τινος ἄλλου τῶν κατὰ τὴν κτίσιν ἐπιμνησθεὶς τὴν τοῦ ποιήσαντος ἐνέρ γειαν τῇ ὑποστάσει τοῦ μονογενοῦς παρατίθησιν. εἰ μὲν γὰρ λίθος ἢ ξύλον ἢ ἄλλο τι τοιοῦτον τῇ θεωρίᾳ προέκειτο, ἀκόλουθον ἦν προεπινοεῖν τὴν τοῦ πεποιηκότος ἐνέργειαν· εἰ δὲ ὁμολογεῖται καὶ παρὰ τῶν ὑπεναντίων ὁ μονογενὴς θεὸς υἱός τε εἶναι καὶ γεννητῶς ὑποστῆναι, πῶς ἁρμό ζουσιν αἱ αὐταὶ φωναὶ τούτῳ καὶ τοῖς ἐσχάτοις τῶν μορίων τῆς κτίσεως, καὶ ὅπερ περὶ τοῦ μύρμηκος ἢ τοῦ κώνωπος ἀληθῶς ἔστιν εἰπεῖν, τοῦτο καὶ περὶ τοῦ κυρίου λέγειν 3.2.130 εὐσεβὲς εἶναι νομίζουσιν; εἰ γάρ τις καταμάθοι τὴν τοῦ μύρμηκος φύσιν οἷς ἰδιάζει πρὸς τὰ λοιπὰ τῶν ζῴων, οὐκ ἂν ἔξω τῆς ἀληθείας εἴποι τὴν τοῦ πεποιηκότος αὐτὸν 3.2.131 ἐνέργειαν κοινὴν πρὸς τὰ ἄλλα μὴ θεωρεῖσθαι. ἃ τοίνυν ἐπὶ τῶν τοιούτων λέγεται, ταῦτα καὶ ἐπὶ τοῦ μονογενοῦς ἀποφαίνονται· καὶ καθάπερ οἱ θηρεύοντες λέγονται βόθροις τισὶν ὑπολαμβάνειν τῶν θηρίων τὴν πάροδον, κρύπτειν δὲ τὴν ἐπιβουλὴν διὰ σαθρῶν τινῶν καὶ ἀνυποστάτων τὰ στόμια τῶν βόθρων ἐπικαλύπτοντες, ὡς ἂν ἰσόπεδον φαίνοιτο τῷ παρακειμένῳ τὸ βάραθρον, τοιοῦτόν τι μηχανᾶται κατὰ τῶν ἀνθρώπων ἡ αἵρεσις, τὸν βόθρον τῆς ἀσεβείας διὰ τῶν εὐφήμων τούτων καὶ εὐσεβῶν ὀνομάτων οἷον διά τινος ἐπιπολαίου στέγης ἐπικαλύπτουσα, ὥστε τοὺς ἀλογωτέρους, ταὐτὸν εἶναι τῇ ἀληθινῇ πίστει τὸ τούτων κήρυγμα διὰ τῆς τῶν ῥημάτων ὁμολογίας νομίζοντας, πρὸς ψιλὸν τὸ ὄνομα τοῦ υἱοῦ καὶ τοῦ μονογενοῦς ἐπιδραμόντας, κενεμβα τῆσαι τῷ βόθρῳ, τῆς τῶν προσηγοριῶν σημασίας οὐχ ὑπε ρειδούσης αὐτῶν τὴν βάσιν, ἀλλ' εἰς τὸ τῆς ἀρνήσεως τοῦ Χριστοῦ βάραθρον καταφερούσης. διὰ τοῦτο γεννηθείσης οὐσίας μέμνηται μηδενὶ χώραν εἰς κοινωνίαν καταλιπούσης καὶ μονογενῆ ὀνομάζει· ταῦτά ἐστι τὰ τοῦ βόθρου καλύμ 3.2.132 ματα. ἐπειδὰν δέ τις παραστάς, πρὶν ὑποληφθῆναι τῷ χά σματι, καθάπερ τινὰ χεῖρα τὴν διὰ τοῦ λόγου πεῖραν ἐπα γάγῃ τῷ λόγῳ, βλέπει τὸν τῆς εἰδωλολατρείας ὄλεθρον ὑπορωρυγμένον τῷ δόγματι. ὡς γὰρ θεῷ καὶ υἱῷ θεοῦ προσερχόμενος κτίσμα θεοῦ εὑρίσκει τῇ λατρεία προκεί μενον. διὰ τοῦτο ἄνω καὶ κάτω τὸ ὄνομα τοῦ μονογενοῦς περιφέρουσιν, ἵν' εὐπαράδεκτος γένηται τοῖς ἀπατωμένοις ὁ ὄλεθρος, ὡς εἴ τις ἄρτῳ τὸ δηλητήριον καταμίξας θανάτῳ τοὺς δεομένους τῆς τροφῆς δεξιώσαιτο, οὐκ ἂν δεξαμένους γυμνὸν προσέσθαι τὸ φθοροποιὸν δηλητήριον, μὴ δελεα σθέντας πρὸς τὸ φαινόμενον. σοφῶς τοίνυν κατά γε τὸν 3.2.133 ἑαυτοῦ νοῦν πρὸς τὸ σπουδαζόμενον βλέπει. εἰ