299
γὰρ παντε λῶς ἐξέβαλε τοῦ καθ' ἑαυτὸν δόγματος τοῦ υἱοῦ τὴν φωνήν, ἀπαράδεκτος ἡ ἀπάτη τοῖς ἀνθρώποις ἐγίνετο, φα νερῶς διαβοωμένης τῆς ἀρνήσεως ἐν προδήλῳ κηρύγματι· νυνὶ δὲ καταλιπὼν μόνον τὸ ὄνομα, τὸ δὲ σημαινόμενον πρὸς τὴν τῆς κτίσεως ἔννοιαν μεταγαγὼν καὶ κατορθοῖ 3.2.134 τὴν εἰδωλολατρείαν καὶ ὑποκλέπτει τὸν ἔλεγχον. ἀλλ' ἐπειδὴ οὐ χείλεσι τιμᾶν τὸν θεὸν προσετάχθημεν οὐδὲ ἐν ἤχῳ φωνῆς ἡ εὐσέβεια κρίνεται, ἀλλὰ χρὴ πρῶτον τῇ καρδίᾳ πιστευθῆναι τὸν υἱὸν εἰς δικαιοσύνην καὶ τότε ὁμο λογηθῆναι τῷ στόματι εἰς σωτηρίαν, καὶ οἱ ἐν καρδίᾳ λέγοντες μὴ εἶναι θεόν, κἂν τῷ στόματι κύριον ὁμολογῶσι, διεφθάρησαν καὶ ἐβδελύχθησαν, καθὼς ἡ προφητεία φησί, διὰ τοῦτό φημι χρῆναι πρὸς τὸν νοῦν βλέπειν τῶν προβαλ λομένων δῆθεν τὰ τῆς πίστεως ῥήματα, μὴ πρὸς τὰς 3.2.135 φωνὰς δελεάζεσθαι. εἰ οὖν υἱὸν λέγων οὐ πρὸς κτίσμα βλέπει διὰ τῆς λέξεως, ἡμέτερος καὶ οὐχὶ τῶν ἐναντίων ἐστί· εἰ δέ τις υἱοῦ ὄνομα τῇ κτίσει τίθεται, ἐν τοῖς εἰδω λολάτραις τετάξεται. καὶ γὰρ ἐκεῖνοι καὶ τὸν ∆αγὼν καὶ τὸν Βὴλ καὶ τὸν δράκοντα θεὸν ὠνόμαζον, ἀλλ' οὐ διὰ τοῦτο καὶ τὸν θεὸν προσεκύνουν. οὐ γὰρ θεὸς τὸ ξύλον καὶ ὁ χαλκὸς καὶ τὸ θηρίον. 3.2.136 Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνα καλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν ταῦτα τοῖς ἐχθροῖς προφερόντων; ἰδοὺ γὰρ γυμνὴν ἡμῖν ἐκτίθεται τὴν βλασφημίαν, δι' οὐδενὸς προκαλύμματος τὸν δόλον ἐπι κρυπτόμενος, ἀλλ' ἐμπαρρησιαζόμενος τοῖς ἀτόποις ἐλευ 3.2.137 θέρᾳ φωνῇ. οὕτω δὲ ἔχει τὰ γεγραμμένα. 20ἡμεῖς μὲν οὖν20, φησίν, 20οὐδὲν ἕτερον εὑρίσκοντες παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν, ἐπ' αὐτῆς τῆς οὐσίας τάττειν οἰόμεθα δεῖν τὰς προσηγορίας, ἢ μάτην γε καὶ ψιλοῖς ῥή μασι λέγομεν υἱὸν καὶ γεννητόν, εἴ γε ταῦτα τῆς οὐσίας χωρίσαιμεν. ἐκ τούτων ὁρμώμενοι καὶ τὸ παρηλλάχθαι τὰς οὐσίας ἀλλήλων πι 3.2.138 στούμεθα20. οὐδὲν οἶμαι χρῆναι τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν διὰ τῶν ἡμετέρων ἐλέγχεσθαι λόγων· αὐτὴ γὰρ ἡ τῶν γεγραμμένων ἀνάγνωσις ἱκανὴ στηλιτεῦσαι τὴν βλασφη μίαν. οὑτωσὶ δὲ διασκοπήσωμεν. 20παρηλλάχθαι20 λέγει 20τὰς οὐσίας ἀλλήλων20 τοῦ υἱοῦ τε καὶ τοῦ πατρός. τί τοίνυν διὰ τοῦ 20παρηλλαγμένου20 σημαίνεται; πρῶτον αὐτὴν τὴν τῆς λέξεως ἔμφασιν ἐφ' ἑαυτῆς ἐξετάσωμεν, ὡς ἂν μᾶλλον διὰ τῆς τοῦ ῥήματος ἑρμηνείας ἐκκαλυφθείη τὸ 3.2.139 βλάσφημον. λέγεται τοίνυν ἐν τῇ καταχρήσει τῆς συνη θείας τὸ ῥῆμα τῆς παραλλαγῆς ἐπὶ σωμάτων μέν, ὅταν ἐκ παραλύσεως ἤ τινος ἑτέρου πάθους παρατραπῇ τι μέλος τῆς φυσικῆς ἁρμονίας· ἐκ γὰρ τῆς πρὸς τὸ ὑγιαῖνον τοῦ πεπονθότος ἀντιπαραθέσεως τὴν πρὸς τὸ χεῖρον παρα τροπὴν τοῦ παραδεξαμένου τὸ πάθος παραλλαγὴν ὀνομά ζομεν· ἐπὶ δὲ τῶν ἐν ἤθει κατ' ἀρετὴν καὶ κακίαν διαφε ρόντων, ὅταν ὁ ἀκόλαστος βίος ἀντιπαρατιθέμενος τῷ καθαρῷ τε καὶ σώφρονι ἢ τῷ δικαίῳ ὁ ἄδικος ἢ πρὸς τὸν πρᾷόν τε καὶ εἰρηνικὸν καὶ ἡσύχιον ὁ θυμώδης τε καὶ πολεμικὸς καὶ τὴν ὀργὴν ἀταμίευτος καὶ πᾶν ὅλως τὸ τῇ παραθέσει τοῦ κρείττονος ἐν κακίᾳ κατηγορούμενον παρ ηλλάχθαι λέγεται, τῷ μὴ συμβαίνειν ἀλλήλοις τὰ ἐπ' ἀμφοτέρων γνωρίσματα, τοῦ τε καλοῦ φημὶ καὶ τοῦ χεί 3.2.140 ρονος. ἔτι παρηλλάχθαι φαμὲν καὶ τὰς ἐπὶ τῶν στοι χείων θεωρουμένας ποιότητας, ὅσαι κατὰ τὸ ἐναντίον ἀντι στοιχοῦσιν ἀλλήλαις, φθαρτικὴν κατ' ἀλλήλων ἔχουσαι δύναμιν, οἷον τὸ θερμόν τε καὶ τὸ ψυχρὸν ἢ τὸ ξηρόν τε καὶ τὸ ὑγρὸν ἢ ὅλως εἴ τι τῷ ἑτέρῳ πρὸς τὸ ἐναντίον ἀντικαθέστηκε καὶ τὸ ἐν τούτοις ἀσύμβατον τῷ τῆς παραλ λαγῆς διερμηνεύομεν ῥήματι, καὶ πᾶν ὅλως τὸ διαφωνοῦν πρὸς τὸ ἕτερον ἐν τοῖς ἐπιθεωρουμένοις γνωρίσμασι τῶν παρηλλαγμένων ἐστίν, ὡς ὑγίεια πρὸς νόσον καὶ πρὸς θά νατον ἡ ζωὴ καὶ πρὸς εἰρήνην ὁ πόλεμος καὶ ἀρετὴ πρὸς κακίαν καὶ ὅσα τούτοις ἐστὶν ὁμοιότροπα. 3.2.141 Τούτων δὲ ἡμῖν οὕτω διευκρινηθέντων, κατανοήσωμεν καὶ ἐπὶ τοῦ λογογράφου, πῶς 20παρηλλάχθαι λέγει τὰς οὐσίας ἀλλήλων20 ἐπὶ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ. τί τοῦτο λέγων; ἆρ' ὡς