301
ἀνάρμοστον, οὕτω τὸ ἔμ παλιν ἀναντιρρήτως ὁμολογεῖται τὸ εὐάρμοστον ἀπαράλ 3.2.150 λακτον πάντως. ὡς γὰρ τὸ παρηλλαγμένον οὐχ ἁρμόζεται, οὕτω τὸ ἁρμοζόμενον οὐ παρήλλακται· ὁ δὲ λέγων τῆς ἀγαθῆς τοῦ πατρὸς οὐσίας τὴν τοῦ μονογενοῦς παραλλάττειν φύσιν, ἐν αὐτῷ τῷ ἀγαθῷ τὴν παραλλαγὴν πάντως βλέπει. τὸ δὲ τοῦ ἀγαθοῦ παρηλλαγμένον τί ἐστι, Νοήσατε οἱ ἄκακοι τὴν πανουργίαν, ἡ παροιμία φησίν. 3.2.151 Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. 20οὐδέν20 φησιν 20ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐ σίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν20. τί νοῶν ταῦτα λέγει; δύο γὰρ ἀπ' ἀλλήλων διακρίνας ὀνό ματα καὶ τὰ δι' αὐτῶν σημαινόμενα συνδιαχωρίσας τῷ λόγῳ, ἐφ' ἑαυτοῦ ἑκάτερον ἰδιαζόντως ἐκτίθεται. ἓν ὄνομα ἡ 20γέννησις20 καὶ ἕτερον ὄνομα ἡ 20οὐσία20. δέχεται, φησίν, ἡ οὐσία τὴν γέννησιν, ἄλλο τι οὖσα δηλονότι παρὰ τὴν 3.2.152 γέννησιν. εἰ γὰρ ἡ γέννησις οὐσία ἦν, ὅπερ δὴ συνεχῶς ἀποφαίνεται, ὥστε τὰς δύο προσηγορίας ἰσοδυναμεῖν ἀλλή λαις κατὰ τὴν ἔμφασιν, οὐκ ἂν εἶπεν ὅτι 20δέχεται20 ἡ οὐσία τὴν γέννησιν· ἴσον γὰρ ἂν ἦν τῷ εἰπεῖν ὅτι τὴν οὐσίαν ἡ οὐσία ἢ ὅτι τὴν γέννησιν ἡ γέννησις δέχεται, εἴπερ ταὐτὸν ἦν τῇ οὐσίᾳ ἡ γέννησις. οὐκοῦν ἄλλο μέν τι νοεῖ τὴν γέννησιν, ἄλλο δέ τι τὴν οὐσίαν, ἣ τὴν γέννησιν δέχεται. οὐ γὰρ ἂν ἦν ταὐτὸν τῷ ὑποδεχομένῳ τὸ λαμβα νόμενον. τοῦτο μὲν οὖν ἡ σοφὴ τοῦ λογογράφου τεχνο λογία φησίν. εἰ δέ τις ἔγκειται νοῦς τοῖς εἰρημένοις, ὁ κρίνειν ἐπεσκεμμένος ἐπισκεψάσθω τὸν λόγον. πάλιν δὲ τὸ ῥηθὲν ἀναλήψομαι. 3.2.153 20Οὐδὲν ἕτερον εὑρίσκειν20 λέγει 20παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν20. ἀλλὰ τὸ μηδεμίαν ἐγκεῖσθαι τοῖς εἰρημένοις διάνοιαν παντὶ δῆλόν ἐστι τῷ καὶ ὁπωσοῦν ἐπαΐοντι λόγων· ὑπόλοιπον δὲ ἂν εἴη τὴν βλασφημίαν εἰς τὸ ἐμφανὲς ἀγαγεῖν, ἣν διὰ τῶν ἀδιανοήτων τούτων κατασκευάζει ῥημάτων. βούλεται γάρ, εἰ καὶ μὴ δύναται διὰ τὴν ἑρμηνευτικὴν ἀτονίαν, ταύτην ἐμποιῆσαι τοῖς ἀκροαταῖς τὴν διάνοιαν, ὅτι κατασκευαστή ἐστι τοῦ υἱοῦ ἡ οὐσία· γέννησιν δὲ τὴν κατασκευὴν ὀνο μάζει, τῇ εὐσημοτάτῃ φωνῇ τὸ φρικτὸν περιστέλλων τῆς βλασφημίας, ὡς ἂν εὐπαράδεκτος γένοιτο ἡ τοῦ ἐκτίσθαι τὸν κύριον συγκατάθεσις, τῇ τῆς γεννήσεως λέξει τῆς 3.2.154 κατασκευῆς δηλουμένης. λέγει τοίνυν ὅτι ἡ οὐσία τὴν γέννησιν δέχεται, ἵν' ὥσπερ ἐν ὑποκειμένῳ τινὶ πράγματι πᾶσα κατασκευὴ θεωρεῖται (οὐ γὰρ ἄν τις εἴποι κατε σκευάσθαι ὃ μὴ ὑφέστηκεν), οὕτως οἷόν τι κατασκεύασμα τὴν τοῦ μονογενοῦς θεοῦ φύσιν *** προτείνας τῷ λόγῳ τὴν ποίησιν. 20εἰ τοίνυν τὴν γέννησιν δέχεται ταύ την20, φησί, τοιοῦτο σημᾶναι βουλόμενος, ὅτι οὐκ ἂν ἦν, εἰ μὴ κατεσκευάσθη. τί δὲ ἄλλο τῶν ἐν τῇ κτίσει θεωρουμένων ἐστὶ μὴ γενόμενον; οὐρανός, ἀήρ, γῆ, θάλαττα, πᾶν ὅτιπερ ἔστι, γενόμενον πάντως ἐστίν· ὧν οὐδὲν ἂν ἦν, εἰ 3.2.155 μὴ γενόμενον ἦν. πῶς οὖν ὡς ἐξαίρετόν τι τῇ τοῦ μονο γενοῦς ἐνεθεώρησε φύσει τὸ εἰς αὐτὴν τὴν οὐσίαν ἀνα δέχεσθαι τὴν γέννησιν (οὕτω γὰρ τὴν κατασκευὴν ὀνο μάζει, ὡς τοῦ βομβυλιοῦ καὶ τοῦ κώνωπος οὐκ εἰς ἑαυτόν, ἀλλ' εἰς ἕτερόν τι παρ' ἑαυτὸν δεξαμένου τὴν γέννησιν); οὐκοῦν ὁμολογεῖται διὰ τῶν γεγραμμένων ὅτι καὶ πρὸς τὰ μικρότατα τῆς κτίσεως μόρια κοινοποιεῖται παρ' αὐτῶν τοῦ μονογενοῦς ἡ οὐσία καὶ πᾶν ἐπιχείρημα, δι' οὗ κατασκευ άζεται ἡ πρὸς τὸν πατέρα τοῦ υἱοῦ ἀλλοτρίωσις, τὴν ἴσην ἰσχὺν καὶ ἐπὶ τῶν καθ' ἕκαστον ἔχει. 3.2.156 Τίς οὖν αὐτῷ χρεία τῆς ποικίλης ταύτης λεπτουργίας εἰς κατασκευὴν τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος, δέον τὴν σύντομον τῆς ἀρνήσεως ὁδὸν τραπῆναι τῷ φανερῶς ἀπειπεῖν μὴ δεῖν ὁμολογεῖσθαι τοῦ υἱοῦ τὸ ὄνομα μηδὲ τὸν μονογενῆ θεὸν ἐν ταῖς ἐκκλησίαις κηρύσσεσθαι, ἀλλὰ τὴν Ἰουδαϊκὴν λατρείαν κυριωτέραν τῆς τῶν Χριστιανῶν κρί νειν ὁμολογίας, καὶ μόνον κτίστην καὶ δημιουργὸν ὁμολο γοῦντας τὸν πατέρα τὰ λοιπὰ πάντα τῷ τῆς κτίσεως ὑπά γειν ὀνόματί τε καὶ νοήματι, ἐν δὲ τούτοις τὸ τῶν ἄλλων προτεταγμένον ἔργον 20ποίημα20 λέγειν διά τινος κατασκευα στικῆς