302
ἐνεργείας γενόμενον, [καὶ] πρωτόκτιστον ἀντὶ μονο 3.2.157 γενοῦς θεοῦ καὶ ἀληθινοῦ υἱοῦ προσαγορεύοντας; τούτων γὰρ κεκρατηκότων, εὐκολία πολλὴ πρὸς τὸν σκοπὸν αὐτῶν συμπερανθῆναι τὰ δόγματα, πάντων κατὰ τὸ εἰκὸς ἐκ τῆς τοιαύτης ἀρχῆς πρὸς τὸ ἀκόλουθον ὁδηγουμένων, ὅτι τὸν μήτε γεννηθέντα μήτε υἱὸν ὄντα, διὰ δέ τινος ἐνεργείας ὑποστάντα κοινωνεῖν τῷ θεῷ τῆς οὐσίας οὐχ οἷόν τε. ἕως δ' ἂν κρατῶσιν αἱ τῶν εὐαγγελίων φωναί, δι' ὧν υἱὸς καὶ μονογενὴς καὶ ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ θεοῦ καὶ τὰ τοιαῦτα κηρύσσεται, μάτην ληρήσει, ἑαυτόν τε καὶ τοὺς καθ' ἑαυτὸν διὰ τῶν τοιούτων φληνάφων παρακρουόμενος. 3.2.158 τὴν γὰρ ἀληθῆ πρὸς τὸν πατέρα σχέσιν τῆς τοῦ υἱοῦ προσηγορίας βοώσης, τίς οὕτως ἠλίθιος, ὡς Ἰωάννου καὶ Παύλου καὶ τοῦ λοιποῦ χοροῦ τῶν ἁγίων τὰς γνησίας ταύ τας φωνὰς καὶ τῆς οἰκειότητος ἐνδεικτικὰς κηρυσσόντων μὴ πρὸς ἐκείνους βλέπειν, ἀλλὰ τοῖς διακένοις κροτάλοις τῶν Εὐνομίου σοφισμάτων *** διδασκαλίαν τῶν διὰ τοῦ πνεύματος λαλούντων μυστήρια καὶ Χριστὸν ἐν ἑαυτοῖς φε ρόντων Εὐνόμιον ἀληθέστερον οἴεσθαι; τίνα τοῦτον Εὐνό μιον; τὸν πόθεν εἰς τὸ καθηγεῖσθαι Χριστιανῶν ἐπαρ 3.2.159 θέντα; ἀλλὰ ταῦτα μὲν ἐάσθω, καὶ ὥς ἐστι δυνατὸν ἡ περὶ τὰ προκείμενα σπουδὴ καταλεαινέτω τὴν καρδίαν ἡμῖν ζήλῳ τῆς πίστεως κατὰ τῶν βλασφημούντων ὑπεροι δαίνουσαν. πῶς γὰρ ἔστι μὴ παρακινηθῆναι πρὸς ὀργὴν καὶ ἀπέχθειαν ἐν τῷ τὸν θεὸν ἡμῶν καὶ δεσπότην καὶ ζωοποιὸν καὶ σωτῆρα παρὰ τῶν ἀνθρωπίσκων τούτων προ 3.2.160 πηλακίζεσθαι; εἰ γάρ μοι τὸν τῆς σαρκὸς ἐλοιδόρει πα τέρα ἢ πρὸς τὸν εὐεργέτην εἶχε τὸν ἐμὸν δυσμενῶς, ἆρα δυνατὸν ἦν ἀπαθῶς βαστάξαι τὴν κατὰ τῶν ἀγαπωμένων ὀργήν; εἰ δὲ ὁ τῆς ψυχῆς τῆς ἐμῆς κύριος, ὁ μὴ οὖσαν αὐτὴν ὑποστήσας καὶ δουλωθεῖσαν ἐξαγοράσας, ὁ τῆς τε παρούσης γεύσας ζωῆς καὶ τὴν μέλλουσαν παρασκευάσας, ὁ πρὸς βασιλείαν καλῶν καὶ ὅπως ἂν φεύγοιμεν τὴν τῆς γεέννης κατάκρισιν παρεγγυῶν-μικρὰ λέγω ταῦτα καὶ οὔπω τῆς τοῦ κοινοῦ δεσπότου μεγαλωσύνης ἐπάξια-, ὁ ὑπὸ πάσης τῆς κτίσεως προσκυνούμενος, ἐπουρανίων, ἐπι γείων, καταχθονίων, ᾧ παρεστήκασιν αἱ ἀναρίθμητοι τῶν κατ' οὐρανὸν λειτουργῶν μυριάδες, πρὸς ὃν ἐπέστραπται πᾶν ὅσον ὧδε διοικεῖται καὶ τοῦ καλοῦ τὴν ἔφεσιν ἔχει, εἰ οὗτος ἔκκειται πρὸς λοιδορίαν ἀνθρώποις, οἷς οὐκ ἀρκεῖ μόνον τὸ ἑαυτοὺς τῇ μερίδι τοῦ ἀποστάτου προσοικειῶσαι, ἀλλὰ ζημίαν ποιοῦνται τὸ μὴ καὶ ἄλλους εἰς τὸ αὐτὸ βά ραθρον μεθ' ἑαυτῶν ἐφελκύσασθαι διὰ τῆς λογογραφίας, ὡς ἂν μὴ λείποι τοῖς ἐπιγινομένοις ἡ πρὸς τὸν ὄλεθρον χειραγωγία, ἆρά τις μέμφεται τὴν ἐπὶ τούτοις ὀργήν; 3.2.161 Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν ἐπαναδράμωμεν. δια βάλλει γὰρ ἐν τοῖς ἐφεξῆς πάλιν ἡμᾶς ὡς ταῖς ἀνθρωπίναις ὁμοιότησιν ἀτιμάζοντας τοῦ υἱοῦ τὴν γέννησιν, καὶ μέμνηταί γε τῶν γεγραμμένων τῷ ἡμετέρῳ πατρὶ περὶ τούτων, ἐν οἷς φησι δύο σημαινομένων ἐκ τῆς τοῦ υἱοῦ φωνῆς, τῆς τε διὰ πάθους συστάσεως καὶ τῆς πρὸς τὸν γεγεννηκότα γνη σιότητος, τὸ μὲν ἀπρεπὲς καὶ σαρκῶδες ἐν τοῖς θείοις μὴ προσίεσθαι λόγοις, τὸ δὲ ὅσον εἰς μαρτυρίαν τῆς τοῦ μονο γενοῦς δόξης ἐστί, τοῦτο μόνον ἐν τοῖς ὑψηλοῖς παραλαμ 3.2.162 βάνεσθαι δόγμασι. τίς οὖν ἀτιμάζει ταῖς ἀνθρωπίναις ὑπολήψεσι τοῦ υἱοῦ τὴν γέννησιν, ὁ ἐξορίζων τῆς θείας γεν νήσεως τὸ παθητὸν καὶ ἀνθρώπινον, ἀπαθῶς δὲ συνάπτων τὸν υἱὸν τῷ γεννήσαντι, ἢ ὁ κοινοποιῶν πρὸς τὴν κάτω κτίσιν τὸν τὰ πάντα παραγαγόντα εἰς γένεσιν; ἀλλὰ τὸ τοιοῦτον, ὡς ἔοικεν, ἡ καινὴ αὕτη σοφία πρὸς ἀτιμίαν οἴεται βλέπειν, τὸ τῇ μεγαλειότητι τοῦ πατρὸς τὸν υἱὸν οἰκειῶσαι, μέγα δὲ καὶ ὑψηλὸν τὸ καταγαγεῖν αὐτὸν εἰς 3.2.163 ὁμοτιμίαν τῆς ἡμῖν ὁμοδούλου κτίσεως. ὢ κενῶν ἐγκλη μάτων· Βασίλειος ὡς ἀτιμάζων τὸν υἱὸν διαβάλλεται, ὁ τιμῶν αὐτὸν καθὼς τιμᾶται ὁ πατήρ, καὶ Εὐνόμιος τῆς τιμῆς τοῦ μονογενοῦς ὑπερμάχεται, ὁ τῆς ἀγαθῆς φύσεως τοῦ πατρὸς ἀφορίζων. τοιαύτην ἔσχε καὶ Παῦλος αἰτίαν παρ' Ἀθηναίοις ποτέ, πρὸς αὐτῶν ἐκείνων κατηγορούμενος ὡς ξένα καταγγέλλων δαιμόνια, ὅτε τὴν περὶ τοὺς δαίμονας