305
ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺς Ἰουδαίους ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. λέγεται δὲ παρ' ἡμῶν οὐ πρὸς τὸ θεῖον τοῦ μονογενοῦς εὐσεβὲς εἶναι τὸ Ἐποίησεν ἀναφέρειν, ἀλλὰ πρὸς τὴν τοῦ δούλου μορφὴν τὴν κατὰ καιρὸν τῆς ἐν σαρκὶ παρουσίας οἰκονομικῶς γενομένην. οἱ δὲ πρὸς τοὐναντίον τὸν λόγον βιαζόμενοι τὴν προαιώνιον τοῦ υἱοῦ γέννησιν τῇ Ἐποίησεν φωνῇ παρὰ τοῦ ἀποστόλου 3.3.13 διασημαίνεσθαι λέγουσι. προθέντες τοίνυν ἐν τῷ μέσῳ τὸν λόγον καὶ δι' ἀκριβείας ἀμφοτέρας τὰς ὑπολήψεις ἐπισκε ψάμενοι τῷ ἀκροατῇ τὴν κρίσιν τοῦ ἀληθοῦς καταλείψομεν. ἀλλὰ τῆς μὲν τῶν ἐναντίων διανοίας ἱκανὸς ἂν εἴη συνή γορος αὐτὸς ὁ Εὐνόμιος οὐκ ἀγεννῶς ἐν τούτοις ἀγωνισά μενος, ὥστε τὸν ἐκείνου λόγον ἐπὶ λέξεως διεξελθόντες ἐν τελῶς τὸν ὑπὲρ τῶν μαχομένων ἡμῖν λόγον διελευσόμεθα· τοῦ δὲ καθ' ἡμᾶς δόγματος ἡμεῖς κατὰ τὸ δυνατὸν προστη σόμεθα, τοῖς παρὰ τοῦ μεγάλου Βασιλείου προεκτεθεῖσιν 3.3.14 ὅπως ἂν οἷοί τε ὦμεν κατ' ἴχνος ἑπόμενοι. οἱ δὲ τῇ ἀλη θείᾳ διὰ τῆς ἀναγνώσεως δικάζοντες, καθώς φησί τις τῶν προφητῶν, Κρίμα δίκαιον κρίνατε, μὴ ταῖς φιλονείκοις προ λήψεσιν, ἀλλὰ τῇ δεικνυμένῃ διὰ τῆς ἐξετάσεως ἀληθείᾳ δόντες τὰ νικητήρια. καὶ παρίτω γε πρῶτος ὁ τῶν ἡμε τέρων κατήγορος, ὥσπερ ἐν δικαστηρίῳ τὰ γεγραμμένα λέγων. 3.3.15 20Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὸ Ἐποίησεν ἐπὶ τῆς οὐσίας τοῦ υἱοῦ λαβεῖν παραιτούμενος ὁμοῦ τε τῷ σταυρῷ ἐπαισχυνόμενος τίθησι μὲν τοῖς ἀποστόλοις ἃ μηδεὶς μηδὲ τῶν εἰς σκαιὰ βλασφημεῖν αὐτοὺς ἐσπουδακότων, δύο δὲ σαφῶς Χριστοὺς καὶ δύο κυρίους ἐπεισάγει τοῖς ἑαυτοῦ δόγμασι καὶ λόγοις· φησὶ γὰρ ὡς οὐ τὸν ἐν ἀρχῇ ὄντα λόγον κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν, ἀλλὰ τὸν κενώσαντα ἑαυτὸν εἰς μορφὴν δούλου καὶ σταυρωθέντα ἐξ ἀσθε 3.3.16 νείας. γράφει δὲ διαρρήδην οὕτως· "1ἔτι δὲ "1οὐδὲ ἡ τοῦ ἀποστόλου διάνοια τὴν πρὸ αἰ "1ῶνος ὑπόστασιν τοῦ μονογενοῦς ἡμῖν παρί "1στησι, περὶ ἧς ὁ λόγος ἐν τῷ παρόντι· οὐ γὰρ "1περὶ τῆς οὐσίας αὐτῆς τοῦ θεοῦ λόγου τοῦ ἐν "1ἀρχῇ ὄντος πρὸς τὸν θεόν, ἀλλὰ περὶ τοῦ "1κενώσαντος ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ "1καὶ γενομένου συμμόρφου τῷ σώματι τῆς τα "1πεινώσεως ἡμῶν καὶ σταυρωθέντος ἐξ ἀσθε "1νείας σαφῶς διαλέγεται. καίτοι τοῦτο παντὶ "1γνώριμον τῷ καὶ μικρὸν ἐπιστήσαντι τῆς ἀποστο "1λικῆς λέξεως τῷ βουλήματι, ὅτι οὐχὶ θεολογίας "1ἡμῖν παραδίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονο "1μίας λόγους παρεισάγει. Κύριον γὰρ αὐτὸν, φησί, "1καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν "1ὃν ὑμεῖς ἐσταυρώσατε, τῇ δεικτικῇ φωνῇ πρὸς τὸ "1ἀνθρώπινον αὐτοῦ καὶ βλεπόμενον πᾶσι προδή 3.3.17 "1λως ἐπερειδόμενος."2 ταῦτα μὲν οὖν ὁ τῷ τῶν ἀποστόλων βουλήματι τὸν ἑαυτοῦ νοῦν ὑπαλ λάξας, οὐ γὰρ δὴ θέμις εἰπεῖν ἐπιστήσας· μή ποτέ τις τοσαύτην καταψηφίσαιτο παράνοιαν ἀνδρῶν ὁσίων καὶ πρὸς τὸ τῆς εὐσεβείας κή ρυγμα λογάδων, ὥστε τὴν ἐκείνων διδασκα λίαν εἰς τοσαύτην ὑπερβολὴν † ἀπολείπουσαν εἰς ὕβριν ***. οἱ τὸν ἑαυτῶν λῆρον εἰς τὴν τῶν ὁσίων μνήμην ἀναφέροντες ποίας οὐ μεστοὶ ταρα χῆς; ποίας οὐκ ἀτοπίας γέμοντες οἱ τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι δοξάζοντες καὶ διὰ τούτου τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις καὶ πρὶν ταύτην ἀναλαβεῖν τὴν μορφὴν κατασκευά 3.3.18 ζοντες; καὶ τίς, ὦ πάντων ὑμεῖς ῥᾳθυμότατοι, μορφὴν ἔχων δούλου μορφὴν ἀναλαμβάνει δούλου; πῶς δ' ἄν τις ἑαυτὸν εἰς τοῦτο κενώσειεν ὅπερ ἐστίν; οὐ μὲν οὖν εὑρήσετε τούτων τινὰ μη χανὴν καίπερ ὄντες τολμηροὶ λέγειν καὶ φρο νεῖν ἀμήχανα. πῶς δὲ οὐκ ἐλεεινότατοι πάν των ὑμεῖς ἄνθρωπον ὑπὲρ ἁπάντων ἀνθρώπων πεπονθέναι δοξάζοντες καὶ τούτῳ τὴν ἑαυτῶν ἀνατιθέντες λύτρωσιν; εἰ γὰρ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λόγου καὶ θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, ἀλλὰ περὶ τοῦ βλεπομένου καὶ κενώσαντος ἑαυτόν, καθώς φησι Βασίλειος, ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος ἑαυτὸν εἰς δούλου