306
μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου γένεσιν ἐκένω 3.3.19 σεν ἑαυτόν. ἀλλ' ἀντιμάχεται μὲν τούτοις καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις, ἀντιφθέγγεται δὲ περιφανῶς καὶ αὐτὸς ὁ τῇ θεολογίᾳ τὴν οἰκονομίαν ταύτην ὑμνήσας, οὐ τὸν βλεπόμενον ἄνθρωπον, ἀλλ' αὐτὸν τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα σάρκα ἀνειληφέναι λέγων, ὅπερ ἄλλαις φωναῖς ἴσον ἐστὶ τῷ μορφὴν δούλου λαβεῖν. εἰ μὲν οὖν ταῦτα νομίζετε πιστά, μετάθεσθε τοῦ πλάνου, παύσασθε τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι 3.3.20 δοξάζοντες. εἰ δὲ οὐχ ἱκανοί ἐστε πείθειν ἀπεί στους, ἑτέρᾳ φωνῇ καὶ δευτέρᾳ ψήφῳ τὴν ἀπιστίαν λύσατε. ὑπομνήσθητε τοῦ φήσαντος Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. οὐ γὰρ ἔστιν ἀνθρώπων οὐδεὶς ὃς τοῦτον οἰκειώσεται τὸν λόγον. οὐδεὶς τῶν πώποτε γενο μένων ἁγίων μονογενὴς ἦν θεός, γενόμενος ἄνθρω πος. τοῦτο γάρ ἐστιν ἐν μορφῇ θεοῦ τυγχάνοντα 3.3.21 μορφὴν δούλου λαβεῖν. εἰ τοίνυν περὶ τοῦ κε νώσαντος ἑαυτὸν εἰς τὴν τοῦ δούλου μορφὴν ὁ μακάριος διαλέγεται Πέτρος, ἐκένωσεν δὲ ἑαυ τὸν εἰς δούλου μορφὴν ὁ ἐν μορφῇ θεοῦ ὑπάρ χων, ὁ δὲ ἐν μορφῇ θεοῦ ὑπάρχων ἐστὶν ὁ ἐν ἀρχῇ ὢν λόγος καὶ θεὸς ὢν μονογενής, περὶ τοῦ ἐν ἀρχῇ ὄντος καὶ θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, καὶ τοῦτον ἐκδιδάσκει γε 3.3.22 γονέναι κύριον καὶ Χριστόν. ταύτην μέντοι τὴν μάχην αὐτὸς πρὸς ἑαυτὸν ἀναστρέφει Βα σίλειος καὶ δείκνυται σαφῶς οὔτε τῷ βουλή ματι τῶν ἀποστόλων τὸν ἑαυτοῦ νοῦν ἐπιστή σας οὔτε τῶν οἰκείων λόγων φυλάττων τὴν ἀκολου θίαν· ἐξ ὧν ἢ συναισθόμενος τῆς ἀνωμαλίας συγχωρήσει τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα γεγονέναι κύριον, ἢ μαχομένοις μαχόμενα συνάπ των καὶ τούτοις παραμένων φιλονείκως ἕτερα προσθήσει πολεμιώτερα, δύο κατασκευάζων εἶναι Χριστοὺς καὶ δύο κυρίους. εἰ γὰρ ἕτερος μὲν ὁ ἐν ἀρχῇ ὢν θεὸς λόγος, ἕτερος δὲ ὁ κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβών, κύριος δὲ καὶ ὁ θεὸς λόγος δι' οὗ τὰ πάντα, κύριος δὲ καὶ Χριστὸς οὗτος ὁ Ἰησοῦς ὁ σταυρωθεὶς μετὰ τὸ γενέσθαι τὰ πάντα, 3.3.23 δύο κατ' αὐτὸν κύριοι καὶ Χριστοί. τοῦτον μὲν οὖν οὐδεὶς παραιτήσεται λόγος τῆς οὕτως περι φανοῦς βλασφημίας. εἰ δέ τις τούτῳ συνιστά μενος φαίη τὸν αὐτὸν μὲν εἶναι τὸν ἐν ἀρχῇ λόγον καὶ γενόμενον κύριον, κατὰ δὲ τὴν ἐν σαρκὶ παρουσίαν γεγενῆσθαι κύριον καὶ Χρι στόν, ἀναγκασθήσεται πάντως εἰπεῖν πρὸ τῆς ἐν σαρκὶ παρουσίας μὴ εἶναι τὸν υἱὸν κύριον. ἀλλὰ γὰρ εἰ καὶ Βασιλείῳ καὶ τοῖς κατ' αὐτὸν ἀπίστοις δύο κύριοι καὶ Χριστοὶ καταγγέλ λονται ψευδῶς, ἀλλ' ἡμῖν γε εἷς κύριος καὶ Χρι στὸς δι' οὗ τὰ πάντα γέγονεν, οὐ κατὰ προκοπὴν γενόμενος κύριος, ἀλλὰ πρὸ πάσης κτίσεως καὶ πρὸ πάντων αἰώνων ὑποστὰς κύριος Ἰησοῦς, δι' οὗ τὰ πάντα, τοῦτο πάντων ἡμᾶς τῶν ἁγίων συμφώ νως ἐκδιδασκόντων καὶ καταγγειλάντων τῶν δογ 3.3.24 μάτων τὸ κάλλιστον. ὅ τε γὰρ μακάριος Ἰωάννης τὸν θεὸν λόγον δι' οὗ τὰ πάντα γέγονεν ἐν σαρκὶ γεγενῆσθαι διδάσκει λέγων Καὶ ὁ λόγος σὰρξ ἐγένετο, ὅ τε θαυμασιώτατος Παῦλος εἰς ταπει νοφροσύνην ἐνάγων τοὺς προσέχοντας αὐτῷ τὸν νοῦν Χριστὸν Ἰησοῦν λέγει τὸν ἐν μορφῇ θεοῦ ὑπάρχοντα καὶ κενώσαντα ἑαυτὸν εἰς δούλου μορφὴν καὶ ταπεινωθέντα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ πάλιν ἐν ἑτέροις κύριον τῆς δόξης 3.3.25 ὀνομάζει τὸν σταυρωθέντα. Εἰ γὰρ ἔγνωσαν, φησίν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. καὶ πολύ γε τούτου γυμνότερον αὐτὴν τὴν οὐσίαν ὀνομάζει κύριον εἰπὼν Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. εἰ τοίνυν ὁ ἐν ἀρχῇ λόγος, καθὸ πνεῦμα, κύριος καὶ τῆς δόξης κύριος, τοῦτον δὲ τὸν κύ ριον καὶ Χριστὸν ἐποίησεν ὁ θεός, αὐτὸ τὸ πνεῦμα καὶ τὸν θεὸν λόγον ἐποίησεν ὁ θεὸς καὶ οὐκ ἄλλον τινὰ κύριον, ὃν ὀνειροπολεῖ Βασί λειος20. 3.3.26 Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ' οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρημένα, ὡς ἂν τοῖς τε κρίνουσι τὴν ἀλήθειαν