307
εὐμνημόνευτος ἡ καθ' ἡμῶν εἴη γραφή, πρὸς ἣν ἀπολογήσασθαι χρή, καὶ ἡμεῖς ἐν τάξει καὶ ἀκολουθίᾳ τῶν ἐγκλημάτων ἕκαστον δια λύσαιμεν. ἐπαισχύνεσθαί φησιν ἡμᾶς τῷ σταυρῷ τοῦ Χρι στοῦ καὶ κακηγορεῖν τοὺς ἁγίους καὶ ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι λέγειν καὶ πρὸ τῆς διὰ σαρκὸς παρουσίας τὴν τοῦ δούλου μορφὴν ἔχειν τὸν κύριον οἴεσθαι καὶ ἀνθρώπῳ ἀνατιθέναι τὴν λύτρωσιν καὶ δύο Χριστούς τε καὶ κυρίους ἐν τῷ δόγματι λέγειν, ἢ εἰ μὴ τοῦτο, πρὸ τοῦ πάθους μὴ 3.3.27 λέγειν εἶναι τὸν μονογενῆ Χριστόν τε καὶ κύριον. ὡς ἂν οὖν φύγοιμεν τὴν βλασφημίαν ταύτην, πεποιῆσθαί φησι δεῖν τοῦ υἱοῦ τὴν οὐσίαν ὁμολογεῖν, ὡς καὶ τοῦ ἀποστόλου Πέτρου τὸ τοιοῦτο δόγμα τῇ ἰδίᾳ βεβαιοῦντος φωνῇ. ταῦτα τῆς κατηγορίας ἐστὶ τὰ κεφάλαια· τὰ γὰρ ὅσα πρὸς τὴν καθ' ἡμῶν αὐτῷ λοιδορίαν πεφιλοπόνηται ὡς οὐδὲν συντε λοῦντα πρὸς τὸν σκοπὸν σιωπήσομαι. τάχα γὰρ ἡ τοιαύτη τῶν λόγων καταφορὰ κατά τινα τεχνικὴν θεωρίαν συνήθης ἐστὶ τοῖς ῥητορεύουσι, πρὸς μείζονα κατηγορίας ὄγκον ἐξευ 3.3.28 ρημένη. ὑβριζέτω τοίνυν διὰ τὴν τέχνην ὁ σοφιστὴς καὶ τοῖς καθ' ἡμῶν ὀνείδεσιν ἐνακμαζέτω, μεταξὺ τῶν ἀγώνων ταῖς καταφοραῖς ἐμπομπεύων καλείτω 20λήρους20, καλείτω 20πάντων ῥᾳθυμοτάτους20 καὶ 20πάντων ἐλεεινοτά τους, ταραχῆς τε καὶ ἀτοπίας πλήρεις20 καὶ πᾶν ὅ τι βούλεται· φαυλιζέτω κατ' ἐξουσίαν ἡμᾶς, καὶ ἡμεῖς ἀνεξόμεθα· αἰσχύνη γάρ ἐστι τῷ γε νοῦν ἔχοντι οὐ τὸ λοιδοροῦντος ἀκούειν, ἀλλὰ πρὸς τὸ ῥηθὲν ἐπιστρέφεσθαι, ἔχει δέ τι καὶ χρήσιμον ἴσως τὸ καθ' ἡμῶν αὐτὸν κε χρῆσθαι τῇ φύσει· τάχα γὰρ τὴν κακήγορον αὐτοῦ γλῶσσαν εἰς ἡμᾶς ἀσχολήσας μικρὰν γοῦν ἐκεχειρίαν τῆς κατὰ τοῦ 3.3.29 θεοῦ μάχης ποιήσεται. οὐκοῦν ἐμφορείσθω κατ' ἐξουσίαν τῶν ὕβρεων, καὶ ὁ ἀντιλέγων οὐκ ἔσται. οὐδὲ γὰρ εἴ τις ἄτοπον καὶ δυσῶδες πνέοι κατὰ σωματικὴν δυσκρασίαν ἢ κατά τινα λοιμώδη καὶ δύστροπον ἀρρωστίαν, προκαλέσαιτο ἂν τὸν ὑγιαίνοντα πρὸς ζῆλον τοῦ δυστυχήματος, ὡς ἑλέσθαι τινὰ τῷ ἴσῳ κακῷ δι' οἰκείας νόσου τὴν τοῦ ὀδωδότος ἀηδίαν ἀμύνεσθαι. ἐλεεῖν γάρ, οὐ μιμεῖσθαι τοὺς τοιού τους ἡ κοινὴ συμβουλεύει φύσις. οὐκοῦν παρέντες ὅσα τοιαῦτα κατὰ σπουδὴν τῷ λόγῳ κατέμιξε σκώπτων, σχε τλιάζων, ἀγανακτῶν, λοιδορούμενος, μόνον τὸν περὶ τῶν δογμάτων ἐπισκεψώμεθα λόγον. ἀναλαβόντες τοίνυν ἐξ ἀρχῆς ἐν μέρει πρὸς ἕκαστον τῶν ἐγκλημάτων στησόμεθα. 3.3.30 Ἀρχὴ τῆς κατηγορίας ἦν τὸ ἐπαισχύνεσθαι ἡμᾶς τῷ σταυρῷ τοῦ ὑπὲρ ἡμῶν καταδεξαμένου τὸ πάθος. ἆρα μὴ καὶ τὸ κατ' οὐσίαν ἀνόμοιον πρεσβεύειν ἡμᾶς αἰτιάσεται; τῶν γὰρ πρὸς τὴν τοιαύτην παρατραπέντων ὑπόληψιν οἰκει ότερον ἂν εἴη τὸ ἔγκλημα τοῦ κατασκευάζειν ἐν αἰσχύνῃ τὸν σταυρὸν ποιεῖσθαι. εἰ γὰρ ὁμοίως μὲν παρ' ἀμφοτέρων ἡ κατὰ τὸ πάθος οἰκονομία πεπίστευται, ἡμεῖς δὲ τὸν διὰ τοῦ σταυροῦ φανερωθέντα θεὸν οὕτως τιμᾶν οἰόμεθα δεῖν καθὼς τιμᾶται ὁ πατήρ, τοῖς δὲ τὸ πάθος ἐμπόδιον γί νεται πρὸς τὸ δοξάζειν τὸν μονογενῆ θεὸν ἐπίσης τῷ γεγεν νηκότι πατρί, ἄρα περιτρέπεται πρὸς τοὐναντίον τῷ σοφιστῇ τὰ ἐγκλήματα, καὶ δι' ὧν κατηγορεῖν ἡμῶν οἴεται, τὴν 3.3.31 ἰδίαν δημοσιεύει κατὰ τῶν δογμάτων ἀσέβειαν. δῆλον γὰρ ὅτι τούτου χάριν ὑπερτίθησι τοῦ υἱοῦ τὸν πατέρα καὶ ταῖς μείζοσιν ἀποσεμνύνει τιμαῖς, ὅτι ἡ κατὰ τὸν σταυρὸν αἰσχύνη περὶ αὐτὸν οὐχ ὁρᾶται, καὶ διὰ τοῦτο πρὸς τὸ χεῖρον παρ ηλλάχθαι τοῦ υἱοῦ τὴν φύσιν διϊσχυρίζεται, ὅτι τοῦ σταυροῦ τὸ ὄνειδος εἰς αὐτὸν ἀναφέρεται μόνον, τοῦ πατρὸς οὐχ ἁπτόμενον. καὶ μηδεὶς οἰέσθω με μόνῃ τῇ κατὰ τὸν νοῦν ἀκολουθίᾳ τῆς λογογραφίας ἑπόμενον ταῦτα λέγειν. 3.3.32 προδιελθὼν γὰρ τοῦ λόγου πᾶσαν τὴν φιλοπόνως συγκει μένην ἐν αὐτῷ βλασφημίαν ἐν τοῖς μετὰ ταῦτα σαφῶς εὗρον γυμνῇ τῇ λέξει ταύτην ἐκτεθεῖσαν ὑπ' αὐτοῦ τὴν βλασφημίαν. καὶ εἰ δοκεῖ παραθήσομαι τῇ ἀκολουθίᾳ τῶν ἐμῶν λόγων τὰ παρ' αὐτοῦ γεγραμμένα ἔχοντα οὕτως. φησὶ γὰρ 20εἰ μὲν ἔχει δεικνύναι καὶ ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυνάμενον ὑπ' ἐξουσίαν ἐλθεῖν, προστάγ μασιν ὑπακοῦσαι, νόμοις